Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

IVσυνετέλεσεν πᾶς ὁ λαὸς διαβαίνων τὸν Ἰορδάνην, καὶ εἶπεν κύριος τῷ Ἰησοῖ λέγων

Παραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ, ἕνα ἀφ’ ἑκάστης φυλῆς,

σύνταξον αὐτοῖς καὶ ἀνέλεσθε ἐκ μέσου τοῦ Ἰορδάνου ἑτοιμοὺς δώδεκα λίθους, καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν καὶ αὐτοῖς θέτε αὐτοὺς ἐν τῇ στρατοπεδίᾳ ὑμῶν, οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα.

καὶ ἀνακαλεσάμενος Ἰησοῦς δώδεκα ἄνδρας τῶν ἐνδόξων ἀπὸ τῶν υἱῶν Ἰσραήλ, ἕνα ἀφ’ ἑκάστης φυλῆς,

εἶπεν αὐτοῖς Προσαγάτετε ἔμπροσθέν μου πρὸ προσώπου κυρίου εἰς μέσον τοῦ [*](F) Ἰορδάνου, καὶ ἀνελόμενος ἐκεῖθεν ἕκαστος λίθον ἀράτω ἐπὶ τῶν ὤμων [*](13 καταβαίνων F + ανωθεν F | στήσεται] + σωρὸς εἰς F 14 ἀπῆρεν] AK pr ἐγένετο ὡς F | ἤροσαν] ἤραν AF | διαθήκης] + κυ AF 15 om τῆς διαθήκης 2° AF | om Κυριου AF | μέρος] pr τὸ AF 16 ἔστη 1°] F | τὰ καταβ.] om τὰ AF | ἀφεστηκὼς F | σφόδρα ἕως μέρους sup ras A a ? (om σφοδρῶς) | σφοδρως] + ·ανι· (sic) F | Καριαθιαριμ Α Καριαθιαρειμ F | om θαλασσαν Αραβα Α | ἇλος] τῶν ἀλῶν Α τῆς ἀοικήτου τῶν ἀλῶν F | om ἕως 2° F ἐξ ἔλειπεν AF | εἰστήκει Bab 17 Ιορδανου] + ἑτοίμη F* ετοιμως F1 (vid) ) | + οὐ F IV 1 επισυνετ. BbAF | τὼ Ιησοι] πρὸς Ιησουν AF 2 ἄνδρας ἄπο τὸ λαοῦ] ἄπο του λαοῦ δώδεκα ἄνδρας Α δώδεκα ἄνδρας α. τ. λ. F ἔνα] ἐν A* ἔνα Λῆ pr ἄνδρα F | ἀφ’] ἐφ’ Α 3 αυτοις] + λέγων AF om και 1° Α | ανελεσθε (ανελεσθαι F)] εντευθεν Α + εαυτοις εντευθεν Ιορδανου] + απο στασεως ποδων των ιερεων F | διακομισαντας F | om καὶ ο AF | θέτε] θησεται Α | om αὐτοῦ F | στρατοπεδια B* F (στρατοπαιδια Α)] στρατοπεδεία B ab | παρεμβαληται Α 4 τῶν ἐνδόξων] pr ἐκ F 5 αὐτοῖς] + Ιησους AF | εἰς sup ras A a ? | ἀράτω ἐκεῖθεν εκαστους λίθον ἔνα Α)

426
[*](B) αὐτοῦ κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ·

ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διὰ παντός· ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων Τί εἰσιν οἱ λίθοι οὗτοι ἡμῖν;

καὶ σὺ δηλώσεις τῷ υἱῷ σου λέγων ὅτι Ἐξέλιπεν ὁ Ἰορδάνης ποταμὸς ἀπὸ προσώπου διαθήκης κυρίου πάσης τῆς γῆς, ὡς διέβαινεν αὐτόν. κα οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς Ἰσραὴλ ἕως τοῦ αἰῶνος.

καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ἰσραὴλ καθότι ἐνετείλατο κύριος τῷ Ἰησοῖ· καὶ λαβόντες δώδεκα λίθους ἐκ μέσου τοῦ Ἰορδάνου, συνέταξεν κύριος τῷ Ἰησοῖ ἐν τῆ συντελείᾳ τῆς διαβάσεως Ἰσραήλ, καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν καὶ ἐκεῖ.

ἔστησεν δὲ Ἰησοῦς καὶ ἅλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ Ἰορδάνῃ ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου, καὶ εἰσὶν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας.

ἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν [*](§F) τῆς διαθήκης ἐν τῷ Ἰορδάνῃ ἕως οὗ § συνετέλεσεν Ἰησοῦς πάντα ἃ ἐνετείλατο κύριος ἀναγγεῖλαι τῷ λαῷ· καὶ ἔσπευσεν ὁ λαός, καὶ διέβησαν.

καὶ ἐγένετο ὡς συνετέλεσεν πᾶς ὁ λαὸς διαβῆναι, καὶ διέβη ἡ κιβωτὸς τῆς διαθήκης κυρίου, καὶ οἱ λίθοι ἔμπροσθεν αὐτῶν.

καὶ διέβησαν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ κα οἱ ἡμίσεις φυλῆς Μανασσὴ διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν Ἰσραήλ, καθάπερ ἐνετείλατο αὐτοῖς Μωυσῆς.

τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον κυρίου εἰς πόλεμον πρὸς τὴν Ἰερειχὼ πόλιν.

ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ηὔξησεν Κύριος τὸν Ἰησοῦν ἐναντίον τοῦ παντὸς γένους Ἰσραήλ, καὶ ἐφοβοῦντο αὐτὸν ὥσπερ Μωυσῆν, ὅσον χρόνον ἔζη.

Καὶ εἶπεν κύριος τῷ Ἰησοῖ λέγων

Ἔντειλαι τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης τοῦ μαρτυρίου κυρίου ἐκβῆναι ἐκ τοῦ Ἰορδάνου.

καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἱερεῦσιν λέγων Ἔκβητε ἐκ τοῦ Ἰορδάνου.

καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐκ τοῦ Ἰορδάνου καὶ ἔθηκαν τοὺς πόδας [*](AF 5 om δώδεκα Α 6 ὑπάρχωσιν] inter ω, σ ras T Ut Α? 6—7 τι διεβαινεν αὐτὸν sup ras Aa? 7 ἐξέλειπεν Α | ὕμιν οἱ λίθοι οὔτοι Α 8 εαυτιος] αὐτοῖς Α | ἀπέθηκαν] ἀπέθηκεν αὐτοὺς Α 9 ἔστησεν] ἔστηκεν Α | Ιορδανω Α 10 εἱστήκεισαν B ab A | om οὐ Α | νετελεσεν F | α] ὅσα Α | κύριος] + τὼ Ιησοι AF | τὼ λάω] + κάτα πάντα ὅσα ἐνετείλατο κύριος ἀυτῶ F | διέβησαν] διέβη Α 11 κυρίου] + καὶ οἱ ἵεις πρότεροι F | ἔμπροσθεν] πρότεροι F 12 οἱ υἱοὶ 1°] om οἱ F 14 ηΙυξησεν ηυ|ξησεν Bb | του παντὸς] παντὸς του AF | ωσπερ] ὂν τρόπον F + ἐφοβοῦντο AF 15 Ιησου F 16 om τῆς διαθήκης F* (hab F1 mg) | μαρτύρου in mg et sup ras A a? | om Τυρίου F 18 του ορδ.] pr μέσου AF)

427
ἐπὶ τῆς γῆς, ὥρμησεν τὸ ὕδωρ τοῦ Ἰορδάνου κατὰ χώραν, καὶ ἐπορεύετο καθὰ ἐχθὲς καὶ τρίτην ἡμέραν δι’ ὅλης τῆς κρηπῖδος.

καὶ ὁ λαὸς ἀνέβη ἐκ τοῦ Ἰορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου· καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ Ἰσραὴλ ἐν Γαλγάλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς Ἰερειχώ.

καὶ τοὺς δώδεκα λίθους τούτους οὓς ἔλαβεν ἐκ τοῦ Ἰορδάνου ἔστησεν Ἰησοῦς ἐν Γαλγάλοις