Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἀπῆρεν ὁ λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν διαβῆναι τὸν Ἰορδάνην, οἱ ’δε ἱερεῖς ἤροσαν τὴν κιβωτὸν τῆς διαθήκης πρότεροι τοῦ λαοῦ.

ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν Ἰορδάνην, καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ἰορδάνου· ὁ δὲ Ἰορδάνης ἐπλήρου καθ’ ὅλην τὴν κρηπῖδα αὐτοῦ, ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν·

καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν, ἔστη πῆγμα ἱν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καθιαιρείν, τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Ἄραβά, θάλασσαν ἁλός, ἕως εἰς τὸ τέλος ἐξέλιπεν· καὶ ὁ λαὸς ἱστήκει ἀπέναντι Ἰερειχώ.

καὶ καὶ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου· καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ διέβαινον διὰ ξηρᾶς, ἕως συνετέλεσεν πᾶς ὁ λαὸς διαβαίνων τὸν Ἰορδάνην.

IV

IVσυνετέλεσεν πᾶς ὁ λαὸς διαβαίνων τὸν Ἰορδάνην, καὶ εἶπεν κύριος τῷ Ἰησοῖ λέγων

Παραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ, ἕνα ἀφ’ ἑκάστης φυλῆς,

σύνταξον αὐτοῖς καὶ ἀνέλεσθε ἐκ μέσου τοῦ Ἰορδάνου ἑτοιμοὺς δώδεκα λίθους, καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν καὶ αὐτοῖς θέτε αὐτοὺς ἐν τῇ στρατοπεδίᾳ ὑμῶν, οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα.