Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ καὶ ἐλάτρευσεν Ἰσραὴλ τῷ κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐφείλκυσαν τὸν χρόνον μετὰ Ἰησοῦ καὶ ὅσοι ἴδοσαν πάντα τὰ ἔργα Κυρίου ὅσα ἐποίησεν τῷ Ἰσραήλ.

[*](16 καταλείπειν Α 17 Κυριος] καὶ γὰρ Α | om αὐτὸς θεὸς Α | εξ] ἐκ Α γῆς Α 18 λατρεὺς ὦμεν Α | θεος] pr ο Α 19 Κυριω] + τὼ θέω Α | ἁμαρτήματα] + ὑμῶν Α 20 cap] ἀν’ Α | ενκαταλιπητε εγκ. Bb)] εγκαταλειπητε Α | Κυριον] pr ’τον Α | om καὶ 1° A* (superset Α1) | Α | ὑμὰς 3°] ὕμιν Α 21 λετρευσωμεν Α 22 Kuptw] ’τον 24 λατρεύσωμεν Α 26 τερέβινθον Α 27 ἐν ὕμιν 1°] ἥμιν Α ουτος Α | om ἀυτῶ Α | ο τι] ὅσα Α | ημας] ὑμὰς Α | ἔσται ουτος] οὕτος ἔσται Α | eav] ἀν’ Α | μου] ἤμων Α 28 ἐξαπέστειλεν Α | om καὶ επον Α | ἕκαστον Α 31 εφιλκυσαν Α | ειδοσαν Α)
474
[*](Β)

καὶ ἐγένετο μετ’ ἐκεῖνα καὶ ἀπέθανεν Ἰησοῦς υἱὸς Ναυὴ δοῦλος κυρίου ἑκατὸν δέκα ἐτῶν.

καὶ ἔθαψαν αὐτόν πρός τοῖς ὁρίοις τοῦ κλήρου αὐτοῦ ἐν Θαμναθασαχαρὰ ἐν τῷ ὄρει τῷ Ἐφράιμ, ἀπὸ βορρᾶ τοῦ ὄρους τοῦ Γαλαάδ·

ἐκεῖ ἔθηκαν μετ’ αὐτοῦ εἰς τὸ μνῆμα, εἰς ὃ ἔθαψαν αὐτὸν ἐκεῖ, τἀς μαχαίρας τὰς πετρίνας ἐν αἷς περιέτεμεν τούς υἱοὺς Ἰσραὴλ ἐν Γαλγάλοις, ὅτε ἐξήγαγεν αὐτοὺς ἐξ Αἰγύπτου καθὰ συνέταξεν αὐτοῖς κύριος· καἰ ἐκεῖ εἰσιν ἕως τῆς σήμερον ἡμέρας.