Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔθαψαν αὐτόν πρός τοῖς ὁρίοις τοῦ κλήρου αὐτοῦ ἐν Θαμναθασαχαρὰ ἐν τῷ ὄρει τῷ Ἐφράιμ, ἀπὸ βορρᾶ τοῦ ὄρους τοῦ Γαλαάδ·

ἐκεῖ ἔθηκαν μετ’ αὐτοῦ εἰς τὸ μνῆμα, εἰς ὃ ἔθαψαν αὐτὸν ἐκεῖ, τἀς μαχαίρας τὰς πετρίνας ἐν αἷς περιέτεμεν τούς υἱοὺς Ἰσραὴλ ἐν Γαλγάλοις, ὅτε ἐξήγαγεν αὐτοὺς ἐξ Αἰγύπτου καθὰ συνέταξεν αὐτοῖς κύριος· καἰ ἐκεῖ εἰσιν ἕως τῆς σήμερον ἡμέρας.

καὶ τὰ ὀστᾶ Ἰωσὴφ ἀνήγαγον οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου καὶ κατώρυξαν ἐν Σικίμοις, ἐν τῇ μερίδι τοῦ ἀγροῦ οὗ ἐκτήσατο Ἰακὼβ παρὰ τῶν Ἀμορραίων τῶν κατοικούντων ἐν Σικιμοις ἀμνάδων ἑκατόν.

Καὶ ἐγένετο μετὰ ταῦτα κοὶ Ἐλεαζὰρ υἱὸς Ἀαρὼν ὁ ἀρχιερεὺς ἐτελεύτησεν καὶ ἐτάφη ἐν Γαβαὰρ Φεινεὲς τοῦ υἱοῦ αὐτοῦ, ἢν ἔδωκεν αὐτῷ ἐν τῷ ὄερι τῷ Ἐφράιμ.

ἐν ἐκείνη τῆ ἡμέρᾳ λαβόντες οἱ υἱοὶ Ἰσραὴλ τὴν κιβωτὸν τοῦ θεοῦ περιεφέροσαν ἐν ἑαυτοῖς· καὶ Φεινεὲς ἱεράτευσεν ἀντὶ Ἐλεαζὰρ τοῦ πατρὸς αὐτοῦ ἕως ἀπέθανεν, καὶ κατωρύγη ἐν Γαβαὰρ τῇ ἑαυτῶν.

b οἱ δὲ υἱοὶ Ἰσραὴλ ἀπήλθοσαν ἕκαστος εἰς τὸν τόπον αὐτῶν καὶ εἰς τήν ἑαυτῶν πόλιν. καὶ ἐσέβοντο οἱ υἱοὶ Ἰσραὴλ τὴν Ἀστάρτην καὶ Ἀσταρὼθ καὶ τοὺς θεοὺς τῶν ἐθνῶν τῶν κύκλω αὐτῶν· καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς χεῖρας Ἐγλὼμ τῷ βασιλεῖ Μωάβ, καὶ ἐκυρίευσεν αὐτῶν ἔτη δέκα ὀκτω.

[*](Α)[*](29 δέκα] pr καὶ Α 30 Θαμναθασαχαρα] Θαμνασαχαρ Α | τὼ om τὼ Α | του Γαλααδ] Γαας Α 30 a ἔκει 1°] pr καὶ Α | μνήμαι μνημιον εις ἲς ο] ἐν ω Α | om αὐτοῖς Α | κς καὶ sup ras Ba 32 κατώρυξαν] + ἀυτὰ Α | εκατον] + καὶ (sup ras B?) ἔδωκεν ἀυτὴν ἀυτὴ Α* superscr ν Λῆ Ιωσηφ ἐν μερίδι Bab(mg) Α 33 υιος] pr ο Α | αρχιερευς] ὗς] ἱερεὺς Α | Γαβααρ] Γαβααθ Α | Φινεε Α 33 a κιβωτον] + τῆς διαθήκης Α | περιεφερον Α | ἐν ἑαυτοῖς] ἐν εαυ sup ras Bahvid | Φινεες Α | κατωρύχθη Α | Γαβααρ] Γαβααθ Α | τῆ ’] γῆ ἑαυτῶν Bab τῆ ἑαυτοῦ Α 33 to ἀυτῶν °] ἑαυτῶν Α | τὴν γῆν εαυτ. B* (om γῆν B1?ab) | Ασταρωθ] pr τὴν Α | κα Subscr Ιησους ὑίος Ναυη BA)