Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ συνήγαγεν Ἰησοῦς πάσας φυλὰς Ἰσρὴλ εἰς Σηλώ, καὶ συνεκάλεσεν τοὺς πρεσβυτέρους αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν, καὶ ἔστησεν αὐτοὺς ἀπέναντι τοῦ θεοῦ.

καὶ εἶπεν Ἰησοῦς πρὸς πάντα τὸν λαόν τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραὴλ Πέραν τοῦ ποταμοῦ κατῴκησαν οἱ πατέρες ὑμῶν τὸ ἀπ’ Θάρα ὁ πατὴρ Ἀβραὰμ καὶ ὁ πατὴρ Ναχώρ· καὶ ἐλάτρευσαν ἑτέροις.

καὶ ἔλαβον τὸν πατέρα ὑμῶν τὸν Ἀβραὰμ ἐκ τοῦ πέραν τοῦ ποταμοῦ, καὶ ὡδήγησα αὐτὸν ἐν πάση τῇ γῆ· καὶ ἐπλήθυνα αὐτοῦ σπέρμα καὶ ἔδωκα αὐτῷ τὸν Ἰσαὰκ,

καὶ τῷ Ἰσαὰκ τὸν Ἰακὼβ κοὶ τὸν Ἠσαύ· ἔδωκα τῷ Ἠσαὺ τὸ ὄρος τὸ Σηεὶρ κληρονομῆσαι αὐτῷ. καὶ Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ κατέβησαν εἰς Αἴγυπτον, καὶ ἐγένοντο ἐκεῖ εἰς ἔθνος μέγα καὶ πολύ καὶ κραταιόν· καὶ ἐκάκωσαν αὐτοὺς οἱ Αἰγύπτιοι.