Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ εἰς Σηλὼ ὥστε ἀναβάντες ἐκπολεμήσαι αὐτούς.

Καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς τοὺς υἱοὺς Ῥουβὴν καὶ πρὸς τοὺς υἱοὺς Γὰδ καὶ πρὸς τοὺς υἱοὺς ἥμισυ φυλῆς Μανασσὴ εἰς γῆν Γαλαὰδ τόν τε Φεινεὲς υἱὸν Ἐλεαζὰρ υἱοῦ ’ τοῦ ἀρχιερέως

καὶ δέκα τῶν ἀρχόντων μετ’ αὐτοῦ· οἴκου πατριᾶς ἀπὸ πασῶν φυλῶν Ἰσραήλ· ἄρχοντες οἴκων εἶς ἀπὸ εἰσιν, χιλίαρχοι Ἰσραήλ.

καὶ παρεγένοντο πρὸς τοὺς υἰοὺς Γὰδ καὶ πρὸς τοὺς υἱοὺς Ῥουβὴν καὶ πρὸς τοὺς ἡμίσεις φυλῆς Μανασσὴ εἰς τὴν Γαλαάδ, καὶ ἐλάλησαν πρὸς αὐτοὺς λέγοντες

Τάδε λέγει πᾶσα ἡ συναγωγὴ Κυρίου τίς ἡ πλημμελία αὕτη ἢν ἐπλημμελήσατε ἐναντίον τοῦ θεοῦ Ἰσραήλ, ἀποστραφῆναι σήμερον ἀπὸ Κυρίου ὑμῖν ἑαυτοῖς βωμόν, ἀποστάτας ὑμᾶς γενέσθαι ἀπὸ τοῦ κυρίου;

μὴ μικρὸν ἡμῖν τὸ ἁμάρτημα Φογώρ ; ὅτι οὐκ ἐκαθαρίσθημεν ἀπ’ αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐγενήθη πληγὴ ἐν τῇ συναγωγῇ κυρίου.

καὶ ὑμεῖς ἀπεστράφητε σήμερον ἀπὸ Κυρίου· καὶ ἔσται ἐὰν ἀποστῆτε σήμερον ἀπὸ Κυρίου, καὶ αὔριον ἐπὶ Ἰσραὴν ἔσται ἡ ὀργή.

καὶ νῦν εἰ μικρὰ ἡ γῆ ὑμῶν τῆς κατασχέσεως [*](8 om κα σίδηρον Α | πολὺν] + σφόδρα Α | om και 7° Βa(vid)b A | εχθρων] Α + αυτων Α 9 om ὑιῶν 1° Α | Μανασση] Μαν sup ras Ba? | εν 1°] ἐκ Α | ἐν γῆ] ἐκ γῆς Α | τὴν Γαλααδ] γῆν Γάλ’. Α | om ἀυτὴν Α 10 Α | Γαλγαλα] Γαλιλωθ Α | Ρουβην καὶ οἱ υἱοὶ Γαδ Α | om ἔπι 2° B ab Α 11 Ρουβην καὶ οἱ υἱοὶ Γαδ Α | ἡμίσει B* ἥμισυ ἔπι τῶν ὀρίων] ἐφ’ οριων B a (vid) b A | Γαλααδ] Γαλιλωθ Α 12 ἀναβάντες] ἀναβῆναι Α 13 om του, υἵους 3° Α | ἥμισυ] τὸ ἡμίσει Α | 14 φύλων] pr τῶν Α 15 Ρουβην καὶ πρὸς τοὺς υἵους Γαδ Α 16 ἔναντι Α | του θεοῦ] pr ݲκݲυ Α | ωκοδομησαντες Α | om ὕμιν Α | του κυρίου] om 17 υμιν] ὕμιν Α | οὐκ ἐκαθαρίσθημεν] οὐ κεκαθαρίσμεθα Α 18 απεστραφητε] αποστραφησεσθαι Α | σημε|ρον ἄπο 2° in mg et sup ras A a? Α * vid) | η ὀργῆι om η Α 19 η γῆ υμων] ὕμιν η γῆ)

468
[*](B) ὑμῶν, διάβητε εἰς τὴν γῆν τῆς κατασχέσεως κυρίου οὗ κατασκηνοῖ ἐκεῖ ἡ σκηνὴ κυρίου, καὶ κατακληρονομήσετε ἐν ἡμῖν· κα μὴ ἀποστάται ἀπὸ θεοῦ γενήθητε, καὶ μὴ ἀπόστητε ἀπὸ Κύρου διὰ τὸ οἰκοδομῆσαι ὑμᾶς βωμὸν ἔξω τοῦ θυσιαστηρίου κυρίου τοῦ θεοῦ ἡμῶν.

οὐκ ἰδοὺ Ἀχἀρ ὁ τοῦ Σάρα πλημμελίᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος, καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ἰσραὴλ ἐγενήθη ὀργή ; κα οὗτος εἷς μόνος αὐτὸς ἀπέθανεν τῇ ἑαυτοῦ ἁμαρτίᾳ.

Καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ῥουβὴμ καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσή, καὶ ἐλάλησαν τοῖς χιλιάρχοις Ἱσραὴλ λέγοντες

῾Ο θεὸς θεός ἐστιν κύριος, καὶ ὁ θεὸς θεὸς αὐτὸς οἶδεν, καὶ Ἰσραὴλ αὐτὸς γνώσεται. εἰ ἐν ἀπ’ ὅστ’ ἀσίᾳ ἐπλημμελήσαμεν ἔναντι τοῦ κυρίου, μὴ ῥύσαιτο ἡμᾶς ἐν ταύτῃ·

καὶ εἰ ᾠκοδομήσαμεν αὑτοῖς βωμὸν ὥστε ἀποστῆναι ἀπὸ κυρίου τοῦ θεοῦ ἡμῶν, ὥστε ἀναβιβάσαι ἐπ’ αὐτὸν θυσίαν ὁλοκαυτωμάτων ὥστε ποιῆσαι ἐπ’ αὐτοῦ θυσίαν σωτηρίου, κύριος ἐκζητήσει.

ἀλλ᾿ ἕνεκεν εὐλαβείας ῥήματος ἐποιήσαμεν τοῦτο λέγοντες Ἵνα μὴ εἴπωσιν αὔριον τὰ τέκνα ὑμῶν τοῖς ἡμῶν Τί ὑμῖν κυρίῳ τῷ θεῷ Ἱσραήλ ;

καὶ ὅρια ἔθηκεν κύριος ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν τὸν Ἰορδάνην, καὶ οὐκ ἔστιν ὑμῖν μερὶς Κυρίου. καὶ ἀπαλλοτριώσουσιν οἱ υἱοὶ ὑμῶν τοὺς υἱοὺς ἡμῶν, ἵνα μὴ σέβωνται κύριον.

καὶ εἴπαμεν ποιῆσαι οὕτως τοῦ οἰκοδομῆσαι τὸν βωμὸν τοῦτον, οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσίων ,

ἀλλ' ἵνα ᾖ τοῦτο μαρτύριον ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν καὶ ἀνὰ μέσον τῶν γενεῶν ἡμῶν μεθ’ ἡμᾶς, τοῦ λατρεύειν λατρίαν Κύρῳ αὐτοῦ ἐν τοῖς καρπώμασιν ἡμῶν καὶ ἐν ταῖς θυσίας ἡμῶν καὶ ἐν ταῖς θυσίαις τῶν σωτηρίων· καὶ οὐκ ἐροῦσιν τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν αὔριον οὐκ ἔστιν ὑμῖν μερὶς κυρίου.

καὶ εἴπαμεν Ἐὰν γένηταί ποτε καὶ λαλήσωσιν πρὸς ἡμᾶς καὶ ταῖς γενεαῖς ἡμῶν αὔριον, καὶ ἐροῦσιν ἴδετε ὀμοίωμα τοῦ θυσιαστηρίου κυρίου, [*](Α) [*](19 εἰς] ἔπι Α | σκήνη] κιβωτὸς Α | κατακληρονομήσατε Α | ἀποστάται ἄπο θεοῦ] ἄπο ݲκݲυ αποστατε Α | καὶ 4°] + ὑμεῖς (superscr) B ab | μὴ Κυριου] ἄπο ἤμων μὴ ἀπόστητε Α ε 3° sup ras Α a? | συναγωγὴν] την Α | ἐγενήθη] ενηθη sup ras B1 ? a? | + ἢν μὴ μόνος Α | αὐτὸς] οὕτος Α 21 ἡμίσει Α 22 ἐστιν κύριος] κ’ ἐστιν Α | θεὸς 4°] + ݲkݲu Α | ἀποστασία] ἀποστάσει Α | του κυριου] om ρυσετο Α | ταυτη] pr τῆ ἥμερα Α 23 αὐτοῖς] εαυτοις Α | ὥστε 3°] η Α | κύριος] + αὐτὸς Α 24 αὔριον εἴπωσιν Α | τι ὕμιν] pr λέγοντες Α 25 ὑμῶν καὶ ἤμων Α 27 μαρτύριον τοῦτο Α | ἤμων κα υμων] υμων και ἄνα μεσον ἤμων Α | γενέων] τέκνων Α | ἧμας] η sup ras B a (υμας Κυριω] ݲκݲυ Α | om καὶ ἐν ταῖς θυσίαις ημων Α | σωτηριων] + ἤμων αὔριον Α 28 λαλήσωσι Α | κα 3°] η Bb (mg) pr η A)

469
ὃ ἐποίησαν οἱ πατέρες ἡμῶν οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν [*](B) θυσιῶν, ἀλλὰ μαρτύριόν ἐστιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον τῶν υἱῶν ἡμῶν.

ἡμὴ γένοιτο οὖν ἡμᾶς ἀποστραφῆναι ἀπὸ κυρίου ἐν ταῖς σήμερον ἡμέραις, ἀποστῆσαι ἀπὸ Τυρίου ὥστε οἰκοδομῆσαι ἡμᾶς θυσιαστηριον τοῖς καρπώμασιν καὶ ταῖς θυσίαις σαλαμεὶν καὶ τῇ θυσίᾳ τοῦ σωτηρίου, πλὴν τοῦ θυσιαστηρίου κυρίου ὅ ἐστιν ἐναντίον τῆς σκηνῆς αὐτοῦ.

Καὶ ἀκούσας φεινεὲς ὁ ἱερεύς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς Ἰσραὴλ οἳ ἤσαν μετ’ αὐτοῦ τοὺς λόγους οὓς ἐλάλησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσή, καὶ ἤρεσεν αὐτοῖς.

καὶ εἶπεν Φεινεὲς ὁ ἱερεὺς τοῖς υἱοῖς Ῥουβὴν καὶ τοῖς υἱοῖς Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ Σήμερον ἐγνώκαμεν ὅτι μεθ’ ἡμῶν κύριος, διότι οὐκ ἐπλημμελήσατε ἐναντίον κυρίου πλημμελίαν, καὶ ὅτι ἐρύσασθε τούς υἱούς Ἰσραὴλ ἐκ χειρὸς κυρίου.