Josue Cod. Vaticanus + Cod. Alexandrinus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
§ καὶ εἶπεν αὐτοῖς Εἰς τὴν ὀρεινὴν ἀπέλθετε, μὴ συναντήσωσιν ὑμῖν οἱ καταδιώκοντες, καὶ κρυβήσεσθε ἐκεῖ τρεῖς ἡμέας ἕως ἀν’ ἀποστρέψωσιν οἱ καταδιώκοντες ὀπίσω ὑμῶν, καὶ μετὰ ταῦτα ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν.
καὶ εἶπαν οἱ ἄνδρες πρὸς αὐτὴν Ἀθῷοί ἐσμεν τῷ ὅρκῳ σου τούτῳ·
ἰδοὺ ἡμεῖς εἰσπορευόμεθα εἰς μέρος τῆς πόλεως, καὶ θήσεις τὸ σημεῖον, τὸ σπαρτίον τὸ κόκκινον τοῦτο ἐκδήσεις εἰς τὴν θυρίδα δι’ ἧς κατεβίβασας ἡμᾶς δι’ αὐτῆς, τὸν δὲ πατέρα σου καὶ τὴν μητέρα σου καὶ τοὺς ἀδελφούς σου καὶ πάντα τὸν οἶκον τοῦ πατρός σου συνάξεις πρὸς σεαυτὴν εἰς τὴν οἰκίαν σου.
καὶ ἔσται πᾶς ὃς ἄν ἐξέλθῃ τὴν θύραν τῆς οἰκίας σου ἑαυτῷ ἔσται, ἡμεῖς δὲ ἀθῷοι τῷ ὅρκῳ σου τούτῳ· καὶ ὅσοι μετὰ σοῦ ἐν τῇ οἰκίᾳ σου, ἡμεῖς ἔνοχοι ἐσόμεθα.
ἐὰν δέ τις ἀδικήσῃ ἢ καὶ ἀποκαλύψῃ τοὺς λόγους ἡμῶν τούτους, ἐσόμεθα τῷ ὅρκῳ σου τούτῳ.
καὶ εἶπεν αὐτοῖς Κατὰ τὸ ῥῆμα ὑμῶν καὶ ἐξαπέστειλεν αὐτούς.
καὶ ἐπορεύθησαν καὶ ἤλθοσαν εἰς τὴν ὀρεινήν, καὶ κατέμειναν ἐκεῖ τρεῖς ἡμέρας· καὶ ἐξεζήτησαν οἱ καταδιώκοντες πάσας τὰς ὁδούς, καὶ οὐχ εὕροσαν.
καὶ ὑπέστρεψαν οἱ δύο νεανίσκοι καὶ κατέβησαν ἐκ τοῦ ὄρους, καὶ διέβησαν πρὸς Ἰησοῦν υἱὸν Ναυή, καὶ διηγήσαντο αὐτῷ πάντα τὰ συμβεβηκότα αὐτοῖς.
καὶ πρὸς Ἰησοῦν ὅτι Παρέδωκεν Κύριος πᾶσαν τὴν γῆν ἐν χειρὶ ν, καὶ κατέπτηκεν πᾶς ὁ κατοικῶν τὴν γῆν ἐκείνην ἀφ’ ἡμῶν.
[*](13 τὴν μητέρα] pr καὶ Α I τοὺς ἀδελφοὺς μου] + καὶ τὰς ἀδελφὰς μου Α | om Α F καὶ πάντα ’τον οἶκον μου Α 14 παραδῶ Α | ποιήσατε Α | εἰς ἐμὲ] μετ’ ἐμοῦ Α 15 θυριδος]+ αυτης ἐν τὼ τιχει καὶ ἀυτὴ ἐν τὼ τιχει ἐκάθητο F 16 ορινην AF (item 22) απελθατε AF | om ἀν’ Α | αποστρεψωσιν] αναστρ. Α επιστρ. F 17 πρὸς αυτην οἱ ἄνδρες Α | τούτω] + ω ὥρκισας ἧμας F 18 τοῦτο· Α | om εἰς 2° Α | δι’ ἀύτης] ἐν αυτη Α | ’τον ’δε πατέρα] καὶ ’τον π. AF 19 ἀν’] F | θύραν τῆς οἰκίας] οικιαν Α | τούτω] pr ω ὥρκισας ἧμας F | ἐσόμεθα] + ἔαν χεὶρ ἅψηται ἀυτῶν F a mg 20 om η AF | τούτω] + ω ὥρκισας ἧμας F 21 ἔστω] οὕτως ἔσται AF | αυτους] + καὶ ἐπορεύθησαν· καὶ ἔδησεν τὸ σημιον τὸ κόκκινον ἐν τῆ θυρίδι F 22 ηλθοσαν] ἦλθον Α | ἡμέρας] + ἕως ἐπέστρεψαν οι καταδιώκοντες F | ευροσαν] εὗρον AF 23 διεβησαν] + ’τον Ιορδανην και F 24 Ιησουν] + υἱὸν Ναυη F | Κυριος] + ο θεὸς ἤμων F Ι πάσαν τὴν γῆν AF | κατεπτηκεν] κατέπτηξεν F)Καὶ ὤρθρισεν Ἰησοῦς τὸ πρωὶ καὶ ἀπῆρεν ἐκ Σάττειν· καὶ ἤλθοσαν ἕως τοῦ Ἰορδάνου, καὶ κατέλυσαν ἐκεῖ πρὸ τοῦ διαβῆναι.
καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας διῆλθον οἱ γραμματεῖς διὰ τῆς παρεμβολῆς