Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἀπὸ τοῦ κλήρου ἡ κληρονομία φυλῆς υἱῶν Συμεὼν, ὅτι ἐγενήθη ἡ μερὶς υἱῶν μείζων τῆς αὐτῶν· καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεὼν ἐν μέσῳ τοῦ κλήρου αὐτῶν.

Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ τρίτος τῷ Ζαβουλὼν κατὰ δήμους αὐτῶν. ἔσται τὰ ὃρια τῆς κληρονομίας αὐτῶν Ἐσεδεδκηωλά. ὅρια αὐτῶν

ἡ θάλασσα καὶ Μαραγελδά, καὶ συνάψει ἐπὶ Βαιθαραβὰ εἰς τὴν Φάραγγα, ἥ ἐστιν κατὰ πρόσωπον Ἰεκμάν·

καὶ ἀνέστρεψεν ἀπὸ Σεδδοὺκ ἐξ ἐναντίας ἀπ’ ἀνατολῶν Βαιθσάμυς ἐπὶ τὰ ὅρια Χασελωθαίθ, καὶ διελεύσεται ἐπὶ Δαβειρώθ, καὶ προσαναβήσεται ἐπὶ Φαγγαί·

καὶ ἐκεῖθεν περιελεύσεται ἐξ ἐναντίας ἐπ’ ἀνατολὰς ἐπὶ Γεβερέ, ἐπὶ πόλιν Κατασέμ, καὶ διελεύσεται ἐπὶ Ῥεμμωνὰ Ἁμαθὰρ Ἁοζά·

καὶ περιελεύσεται ὅρια ἐπὶ βορρᾶν ἐπὶ Ἁμώθ, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ Γαιφαὴλ

καὶ Κατανὰθ καὶ Ναβαὰλ καὶ Συμοὼν καὶ Ἰερειχὼ καὶ Βαιθμάν.

αὔτη ἡ κληρονομία φυλῆς υἱῶν Ζαβουλὼν κατὰ δήμους αὐτῶν, πόλεις καὶ αἱ κῶμαι αὐτῶν.