Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐγενήθησαν αἱ πόλεις τῶν υἱῶν Βενιαμέὶν κατὰ δήμους αὐτῶν Ἰερειχὼ καὶ Βεθεγαιὼ καὶ Ἀμεκασεὶς

καὶ Βαιθαβαρὰ καὶ Σάρα καὶ Βησανὰ

καὶ Αἰεὶν καὶ Φάρα καὶ Ἰεφραθὰ

καὶ Καραφὰ καὶ Κεφειρὰ καὶ Μονεὶ καὶ Γάβαα, πόλεις δέκα δύο καὶ αἱ κῶμαι αὐτῶν·

Γαβαὼν καὶ Ῥαμὰ καὶ Βεηρωθὰ

καὶ Μασσημὰ καὶ Μειρὼν καὶ Ἁμωκὴ

καὶ Φειρὰ καί Καφὰν καὶ Νακὰν καὶ Σεληκὰν καὶ Θαρεηλὰ

καὶ Ἰεβούς, αὕτη ἐστὶν Ἰερουσαλήμ, καὶ πόλεις καὶ Γαβαωθιαρείμ, πόλεις τρεῖς καὶ δέκα καὶ αἱ κῶμαι αὐτῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμεὶν κατὰ δήμους αὐτῶν.