Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν αὐτοῖς Ἰησοῦς Εἰ λαὸς πολὺς εἰ, ἀνάβηθι εἰς τὸν δρυμὸν καὶ ἐκκάθαρον σεαυτῷ, εἰ στενοχωρεῖ σε τὸ ὄρος τὸ Ἐφράιμ.

καὶ εἶπαν Οὐκ ἀρέσκει τὸ ὄρος τὸ Εφράιμ· καὶ ἳππος ἐπίλεκτος καὶ σίδηρος τῷ τῶ κατοικοῦντι ἐν αὐτῶ ἐν Βαιθαισὰν καὶ ἐν ταῖς κώμαις , ἐν τῇ κοιλάδι ᾿Ισραήλ.

καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰωσήφ Εἰ λαὸς πολὺς εἶ καὶ ἰσχὺν μεγάλην ἔχεις, οὐκ ἔσται σοι κλῆρος εἷς.

ὁ γὰρ δρυμὸς ἔσται σοι, ὃτι δρυμός ἐστιν, καὶ ἐκκαθαριεῖς αὐτόν, καὶ ἰᾶται σοι. καὶ ὅταν ἐξολεθρεύσῃς τὸν Χαναναῖον, ὅτι ἵππος ἐπίλεκτός ἐστιν αὐτῷ· σὺ γὰρ ὑπερισχύεις αὐτοῦ.

καὶ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς Σηλώ, κα ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἡ γῆ ἐκρατήθη ὑπ’ αὐτῶν·

καὶ κατελείφθησαν οἱ υἱοὶ Ἰσραὴλ οἳ οὐκ ἐκληρονόμησαν, ἑπτὰ φυλαί.

καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰσραὴλ Ἓως τίνος ἐκλυθήσεσθε κληροἣν ἔδωκεν κύριος ὁ θεὸς ἡμῶν ;

δότε ἐξ ὑμῶν [*](A) [*](9 om θάλασσα A 10 post λίβος ras 2 litt A? | Μανασση] pr τὼ ἦρ Α | απ] ἄπο Α 11 καιθοαν B*b] Βαιθσαν B a mg Α | Δῶρ’] Bab mg | Μαγεδδωρ Α | καὶ τὸ τρίτον] pr καὶ τοὺς κατοικοῦντας Ταναχ, υτης Α | Μαφετα] Ναφεθα Α 12 ηδυνηθησαν Α | ἤρχετο] ἤρξατο 13 om καὶ 2° Α | επικατισχυσαν Bb A | Χαναιους Α | Α 14 Ιησοι Α | ευηλογησεν με] με ηυλογησεν Α 15 εἰ 2°] + συ Α | εκκαθαρον] εκκαθαρισον Α | το Εφραιμ] om το Α 16 εἶπαν] + οἱ υἱοὶ Ιωσηφ Α | ἀρέσκει] ἀρκέσει Ba ἄρκει Α | om τὸ Εφραιμ Α ἀυτῶ Α | ἐν] ἕνεκ’ τὼ (ut vid) Ba (vid mg) | Βαιθαισαν] Βαιθσων Ιεζραελ Α 17 Ιωσηφ] + λέγων Α 18 om ἐστιν Α Bab (περσχυεις B*)] ὑπερισχύσεις Α | αὐτοῦ] αὐτὸν Α Α | ἐκρατήθη] ἐκραταιώθη Α 2 οὐκ εκληρονομησαν] οὐ κατεκληρον. Α 3 Ιησους τοῖς υἱοῖς Ισρ.] αὐτοῖς Ιησους Α | ἔδωκεν] + ἥμιν Α | ημων] pr των πατερων Α)

457
τρεῖς ἄνδρας ἐκ φυλῆς, καὶ ἀναστάντες διελθέτωσαν τὴν γῆν, καὶ [*](Β) διαγραψάτωσαν αὐτὴν ἐναντίον μου καθὰ δεήσει διελθεῖν αὐτήν. κοὶ διήλθοσαν πρὸς αὐτόν,