Josue Cod. Vaticanus + Cod. Alexandrinus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
Καὶ ἐγένετο τὰ ὅρια υἱῶν Ἰωσὴφ ἀπὸ τοῦ Ἰορδάνου τοῦ κατὰ Ἰερειχὼ ἀπ’ ἀνατολῶν, καὶ ἀναβήσεται ἀπὸ Ἰερειχὼ εἰς τὴν ὀρεινὴν τὴν ἔρημον εἰς Βαιθὴλ Λοῦζα,
καὶ ἐξελεύσεται εἰς Βαιθήλ, κα παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ Χαταρωθεί,
καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια Ἁπταλεὶμ ἕως τῶν ὁρίων Βαιθωρὼν τὴν κάτω, κοὶ ἱστᾶι ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν.
καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Ἰωσήφ, Ἐφράιμ καὶ Μανασσή.
Καὶ ἐγενήθη ὅρια υἱῶν Ἐφράιμ κατὰ δήμους αὐτῶν· καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπὸ ἀνατολῶν Ἀσταρὼθ καὶ Ἐρὸκ ἕως Βαιθωρὼν τὴν καὶ Γαζαρά.
καὶ; ἐλεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ἱκασμὼν ἀπὸ βορρᾶ Θέρμα. περιελεύσεται εἰς ἀνατολὰς εἰς Θηνασὰ καὶ Σελλησά, καὶ παρελεύσεται ἀπ’ ἀνατολῶν εἰς Ἰανῶκα
καὶ εἰς Μαχῶ καὶ Ἀσταρώθ, καὶ αἱ κῶμαι αὐτῶν· καὶ ἐλεύσεται ἐπὶ Ἰερειχώ, καὶ διεκβαλεῖ ἐπὶ τὸν Ἰορδάνην.
καὶ ἀπὸ Τάφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανά, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ θάλασσαν· αὕτη ἡ κληρονομία φυλῆς Ἐφράιμ κατὰ δήμους