Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ οὗτοι οἱ κατακληρονομήσαντες υἱῶν Ἰσραὴλ ἐν τῆ γῇ Xανάαν, οἷς κατεκληρονόμησεν αὐτοῖς Ἐλεαζὰρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ οἱ ἄρχοντες πατριῶν φυλῶν τῶν υἱῶν Ἰσραήλ.

κατὰ ἐκληρονόμησαν, ὃν τρόπον ἐνετείλατο Κύριος ἐν χειρὶ Ἰησοῦ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς,

ἀπὸ τοῦ πέραν τοῦ Ἰορδάνου καὶ τοῖς Λευείταις οὐκ ἔδωκεν κλῆρον ἐν αὐτοῖς,

ὅτι ἦσαν οἱ Ιωσήφ δύο φυλαὶ Μανασσὴ καὶ Ἐφράιμ· καὶ οὐκ ἐδόθη μερὶς ἐν τῇ γῇ τοῖς Λευείταις, ἁλλ’ ἢ πόλεις κατοικεῖν καὶ τὰ ἀφωρισμένα αὐτῶν τοῖς κτήνεσιν καὶ τὰ κτήνη αὐτῶν .

ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ, καὶ ἐμέρισαν γῆν.

Καὶ προσήληθοσαν οἱ υἱοὶ Ἰούδα πρὸς Ἰησοῦν ἐν Γαλγάλ, καὶ εἶπεν πρὸς αὐτὸν Χαλέβ ὁ τοῦ Ἰεφοννὴ ὁ Κενεζαῖος Σὺ ἐπίστῃ τὸ ῥῆμα ὃ ἐλάλησεν κύριος πρὸς Μωυσῆς ἄνθρωπον τοῦ θεοῦ περὶ ἐμοῦ καὶ σοῦ ἐν Καδὴς Βαρνή.

τεσσεράκοντα γὰρ ἐτῶν ἤμην ὅτε ἀπέστειλέν με Μωυσῆς ὁ παῖς τοῦ θεοῦ ἐκ Καδὴς Βαρνὴ κατασκοπεῦσαι τὴν γῆν, καὶ ἀπεκρίθην αὐτῷ λόγον κατὰ τὸν νοῦν αὐτοῦ.

οἱ δὲ ἀδελφοί μου οἱ ἀναβάντες μετ’ ἐμοῦ μετέστησαν τὴν καρδίαν τοῦ λαοῦ, ἐγὼ δὲ [*](30 Μαανα] Μαναιμ Α Ι βασίλεια Βασανει] Βασα Α Ι Ιαιρ Α Ι Βασανιτιδι Α Α 31 Ασταρωθ] Ασθαρωμ Α | Εδραιμ Α Ι βασιλείας] pr τῆς Α Ι Βασανειτιδι] τῆ Βασανιτιδι Α Ι τοῖς υἱοῖς] pr καὶ ἐδόθησαν Α | υἱοῖς 2°] υἱοῦ Α Ι υἱοῖς υἱοῖς Μανασση 2°)] τῆς φυλῆς Μανασση ἐγενήθησαν τὰ ὀρία κάτα αυ|των καὶ sup ras Aa? 31 — 32 κάτα δήμους ἀυτῶν . . . επ ἀνατολῶν] κάτα δ. ἀυτῶν· οὔτοι οὖ Ι κατεκηλρ. M. περᾶ | του χειμάρρου ἐν α. M. ἐν τὼ | πέραν του I. κάτα Ιεριχω I ἄπο ἀνατολῶν sup ras Aa? Ι ἐν τὼ πε|ραν του Ιο sup ras XIV 1 om ἐν τῆ γῆ Α | κατεκληρονόμησαν Α Ι ἑαυτοῖς Α 2 εκληρονομηθησαν B ab (superset θη) | ἐν χειρὶ Ιησου] τὼ Ιησου Α 3 Λευιταις B b A (item 4) 4 ἀυτῶν] αὐτοῖς Α | om καὶ τὰ κτήνη Α 5 οἱ υιοι] τοῖς υἱοὶ Α | ἐμερίσαντο Α 6 προσῆλθον Α | Γαλγαλ] Α | Καδης] seq ras 3 fort litt in Α 7 τεσσαρακ. B b | ο πάις του δοῦλος ݲlݲu ݲκݲυ Α Ι om ἐκ Καδης Βαρνη Α | ἀπεκρίθησαν Α 8 οἱ μου οἱ ἀναβάντες] οἱ ἅδ’. οἱ συναναβ. Α | καρδίαν] διάνοιαν Α)

450
[*](B) προσέθην ἐπακολουθῆσαι Κυρίῳ τῷ θεῷ μου.

καὶ ὤμοσεν Μωυσῆς ἐν ἐκείνη τῆ ἡμέρᾳ λέγων Ἡ γῆ ἐφ’ ἢν ἐπέβης σοὶ ἵστα ἐν τοῖς τέκνοις σου εἰς τὸν αἰῶνα, ὅτι προσετέθης ἐπακολουθῆσαι ὁπίσω κυρίου τοῦ θεοῦ ἡμῶν.

καὶ νῦν διέθρεψέν με Κύριος ὃν τρόπον εἶπεν τοῦτο τεσσερακοστὸν καὶ πέμπτον ἔτος ἀφ’ οὗ ἐλάλησεν κύριος τὸ ῥῆμα τοῦτο πρὸς Μωυσῆν, καὶ ἐπορεύθη Ἰσραὴλ ἐν τῇ ἐρήμῳ· καὶ νῦν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτῶν·

ἔτι εἰμὶ σήμερον ἰσχύων ὡσεὶ ὅτε ἀπέστειλέν με Μωυσῆς, ὡσαύτως ἰσχύω νῦν καὶ ἐξελθεῖν εἰς τὸν πόλεμον,

καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο, καθὰ εἶπεν κύριος τῇ ἡμέρᾳ ἐκείνῃ· ὅτι σὺ ἀκήκοας τὸ ῥῆμα τοῦτο τῇ ἐκείνῃ. νυνὶ δὲ οἱ Ἐνακεὶμ ἐκεῖ εἰσιν, πόλεις ὀχυραὶ καὶ ἐὰν οὖν κύριος μετ’ ἐμοῦ ᾖ, ἐξολεθρεύσω αὐτοὺς ὃν τρόπον Κύριος.

καὶ εὐλόγησεν αὐτὸν Ἰησοῦς, καὶ ἔδωκεν Χεβρὼν τῶ Χαλὲβ υἱῷ Ἰεφοννὴ υἱῷ Κενὲζ ἐν κλήρῳ.

διὰ τοῦτο ἐγενήθη ἡ Χεβρὼν τῷ Χαλὲβ τῷ τοῦ Ἰεφοννὴ τοῦ Κενεζαίου ἐν κλήρῳ ἕως τῆς ἡμέρας ταύτης, διὰ τὸ αὐτὸν ἐπακολουθῆσαι τῷ προστάτματι Τυρίου θεοῦ Ἰσραήλ.

τὸ δὲ ὄνομα τῆς χεβρὼν ἦν τὸ πρότερον πόλις Ἀγρόβ· μητρόπολις τῶν Ἐνακεὶμ αὕτη. καὶ ἡ γῆ ἐκόπασεν τοῦ πολέμου.