Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἀπεστράφη Ἰησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ κατελάβετο Ἀσὼρ καὶ τὸν βασιλέα αὐτῆς· ἦν δὲ Ἁσὼρ τὸ πρότερον ἄρχουσα πασῶν τῶν βασιλειῶν τούτων.

καὶ ἀπέκτειναν πᾶν ἐνπωέον ἐν αὐτῇ ἐν ξίφει καὶ ἐξωλέθρευσαν πάντας, καὶ οὐ κατελείφθη ἐν αὐτῇ ἐνπνέον· καὶ τὴν Ἀσὼρ ἐνέπρησαν ἐν πυρί.

καὶ πάσας τὰς πόλεις τῶν βασιλέων καὶ τοὺς βασιλεῖς αὐτῶν ἔλαβεν Ἰησοῦς κοὶ αὐτοὺς ἐν στόματι ξίφους, καὶ ἐξωλέθρευσαν αὐτοὺς ὃν τρόπον ἐν Μωυσῆς ὁ παῖς κυρίου.

ἀλλὰ πάσας τὰς πόλεις τὰς σμένας οὐκ ἐνέπρησεν Ἰσραήλ· πλὴν Ἁσὼρ μόνην ἐνέπρησεν Ἰσραήλ.

καὶ πάντα τὰ σκῦλα αὐτῆς ἐπρονόμευσαν ἑαυτοῖς οἱ υἱοὶ Ἰσραήλ. αὐτοὺς δέ πάντας ἐξωλέθρευσαν ἐν στόματι ξίφους ἕως ἀπώλεσεν αὐτούς, οὐ κατέλιπον ἐξ αὐτῶν οὐδὲ ἕλ’ ἐνπνέον.

ὃν τρόπον συνέταξεν Κύριος τῷ Μωυσῇ τῷ παιδὶ αὐτοῦ, κα Μωυσῆς ὡσαύτως ἐνετείλατο τῶ Ἰησοῖ, καὶ οὕτως ἐποίησεν Ἰησοῦς· οὐ ἀπὸ πόντων ὧν συνέταξεν αὐτῶ Μωυσῆς.

Καὶ ἔλαβεν πάσαν τὴν γῆν τὴν ὀρεινὴν καὶ πασαν τὴν Αοερ καὶ Γόσομ καὶ τὴν πεδινὴν καὶ τὴν πρὸς δυσμαῖς, καὶ τὸ ὄρος Ἰσραὴλ καὶ τὰ ταπεινὰ