Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐγένετο διὰ τεσσεράκοντα ἡμερῶν καὶ τεσσεράκοντα νυκτῶν ἔδωκεν Κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας, πλάκας διαθήκης.

καὶ εἶπεν κύριος πρὸς μέ Ἀνάστηθι, κατάβηθι τὸ τάχος ἐντεῦθεν, ὅτι ἠνόμησεν ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου· παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς [*](3 προπορεύσεται BabA | καταναλίσκων BA | ἄπο] πρὸ BabAF | πρόσ’. ΑF ου 2°] + κα ἐξολεθρεύσει αὐτοὺς AF | ἀπολεῖ AY | αὐτοὺς 3°] + ἐν ἐξανήλωσα B* εξαναλ. Bab) | τὰ εθνη] om τὰ Bat) | ἄπο] πρὸ B abAF | ροσωπου] + σου AF | τὰς δικαιοσυνας AF | ταύτην] + ἄλλα δία τὴν ἀσέβειαν ων ἐθνῶν τούτων κݲςݲ ἐξολεθρεύσει αὐτοὺς πρὸ προσώπου σου AF 5 αι Α | ασεβ.] ἀνομίαν AF | om αὐτοῦ AF | ὤμοσεν] + κݲςݲ AF | τὼ Αβρ. ω Ισ. καὶ τὼ Ιακ.] Αβρ. κα Ισ. κα Ιακ. AF 6 om σήμερον Α υ, AF | om σον 2° Α | om ταυτην F 7 εξηλθατε F | Ἴε Αιγ.] εκ F | καὶ] ἕως AF 8 ἐθυμώθη] + κݲςݲ AF 9 κατεγεινομην Β* τεσσαράκοντα Bab (bis: item n bis) 10 Kvpios εμοι] μοι κݲςݲ AF pr τὰς Α | ἐγέγραπτο] επεγραπτο] επεγραπτο Α | ἐν τὼ ὄρει] + ἐκ μέσου του a(mg) F | ημερα ἐκκλησίας A a(mg) 11 τεσσεράκοντα 2°] pr δία AF ἐμοὶ] μοι κ’ AF | διαθηκης] pr τῆς Α 12 καταβηθι] pr καὶ AF)

362
[*](Β) ἐνετείλω αὐτοῖς, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα.

καὶ εἶπεν Κύριος πρὸς μέ Λελάληκα πρὸς σὲ ἅπαξ καὶ δὶς λέγων Ἑώρακα τὸν λαὸν τοῦτον, καὶἰδοὺ λαὸς σκληροτράχηλός ἐστιν·

καὶ νῦν ἔασόν με ἐξολεθρεῦσαι αὐτούς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ, καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ ἰσχυρὸν καὶ πολὺ μᾶλλον ἢ τοῦτο.

καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους, καὶτὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ, καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς δυσὶ χερσίν μου.

καὶ ἰδὼν ὅτι ἡμάρτετε ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν, καὶ ἐποιήσατε ὑμῖν ἑαυτοῖς χωνευτόν, καὶ παρέβητε ἀπὸ τῆς ὁδοῦ ἧς ἐνετείλατο ὑμῖν Κύριος,