Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τῶν βοῶν σου πληθυνθέντων καὶ τῶν προβάτων σου πληθυνθέντων, ἀργυρίου καὶ χρυσίου πληθυνθέντος σοι, καὶ πόντων ὅσων ἔσται σοι πληθυνθέντων σοι.

ὑψωθῇς τῇ καρδίᾳ καὶ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς υ, ἐξ οἴκου δουλίας·

τοῦ ἀγαγόντος σε διὰ τῆς ἐρήμου τῆς καὶ τῆς φοβερᾶς ἐκείνης, οὗ ὄφις δάκνων καὶ σκορπίος καὶ , οὗ οὐκ ἢν ὕδωρ·· τοῦ ἐξαγαγόντος σοι ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατος·

τοῦ ψωμίσαντός σε τὸ μάννα ἐν τῇ ἐρήμῳ, ὃ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα κακώσῃ σε καὶ ἐκπειράσῃ σε, καὶ εὖ σε ποιήση ἐπ’ ἐσχάτων τῶν ἡμερῶν σου·

μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου Ἡ ἰσχύς μου καὶ τὸ κρότος τῆς χειρός μου ἐποίησέν μοι τὴν δύναμιν τὴν μεγάλην ταύτην.

καὶ μνησθήσῃ Κυρίου τοῦ θεοῦ σου, ὅτι αὐτός σοι δίδωσι τὴν ἰσχὺν τοῦ ποιῆσαι δύναμιν, καὶ ἵνα στήσῃ τὴν διαθήκην ἣν ὤμοσεν κύριος τοῖς πατράσιν σου ὡς σήμερον.