Deuteronomium
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
ἐὰν μὴ εἰσακούσῃς ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ, φοβεῖσθαι τὸ ὄνομα τὸ ἔντιμον τὸ θαυμαστὸν τοῦτο, κύριον τὸν θεόν σου.
καὶ παραδοξάσει Κύριος τὰς πληγάς σου καὶ τὰς πληγὰς τοῦ σπέρματός σου, πληγὰς μεγάλας καὶ θαυμαστάς, καὶ νόσους πονηρὰς καὶ πιστάς.
καὶ ἐπιστρέψει πᾶσαν τὴν ὀδύνην Αἰγύπτου τὴν πονηρὰν ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν, καὶ κολληθήσονται ἐν σοί.
καὶ πᾶσαν μαλακίαν καὶ πᾶσαν πληγὴν τὴν μὴ γεγραμμένην ἐν τῶ βιβλίῳ τοῦ νόμου τούτου ἐπάξει Κύριος ἐπὶ σέ, ἕως ἂν ἐξολεθρεύσῃ σε.
καὶ καταλειφθήσεσθε ἐν ἀριθμῷ βραχεῖ, ἀνθ’ ὧν ὅτι ἦτε ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, ὅτι οὐκ εἰσήκουσας τῆς φωνῆς Κυρίου τοῦ θεοῦ σου.
καὶ ἔσται ὃν τρόπον [*](¶ F) εὐφράνθη ¶ Κύριος ἐφ᾿ ὑμῖν εὖ ποιῆσαι ὑμᾶς, οὕτως εὐφρανθήσεται Κύριος ἐφ᾿ ὑμῖν ἐξολεθρεῦσαι ὑμᾶς· καὶ ἐξαρθήσεσθε ἐν τάχει ἀπὸ τῆς γῆς εἰς ἢν εἰσπορεύῃ ἐκεῖ κληρονομεῖν αὐτήν.
καὶ διασπερεῖ σε Κύριος ὁ θεός σου εἰς πάντα τὰ ἔθνη, ἀπ᾿ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς, καὶ δουλεύσεις ἐκεῖ θεοῖς ἑτέροις, ξύλοις καὶ λίθοις, οὓς οὐκ ἠπίστω σὺ καὶ οἱ πατέρες σου.
ἀλλὰ καὶ ἐν τοῖς ἔθνεσιν ἐκείνοις οὐκ ἀναπαύσει σε, οὐδ᾿ οὐ μὴ γένηται στάσις τῷ ἴχνει τοῦ ποδός σου· καὶ δώσει σοι Κύριος ἐκεῖ καρδίαν ἑτέραν ἀπειθοῦσαν καὶ ἐκλιπόντας ὀφθαλμοὺς καὶ τηκομένην ψυχήν.
καὶ ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου, καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτός, καὶ οὐ πιστεύσεις τῆ ζωῇ σου·
τὸ πρωὶ [*](AF 56 κόλπω] pr τω AF | ἀυτης 5° Ba (superscr ης) AF] αυτου B* 57 τεκνον] + αυτης AF | αν] εαν AF | om σου 1°, 2° AF | η] + αν Α | om σου 3° F | ταις πολεσιν] pr πασαις AF 58 εαν] + δε F | εισακουσητε AF | φοβεισθε Α | εντιμον] + και Α + τουτο και F 59 om τας πληγας σου και F | om και νοσους πονηρας και πιστας B* (hab B ab mg AF) 60 επιστρεψει] + επι σε AF | om εν F 61 om πασαν 2° Α | την μη γεγραμμ.] + και πασαν την γεγραμμενην Α + και την γεγραμμ. F | τουτου] + και πασαν την γεγραμμενην B ab mg 62 καταλειφθησεσθε (καταλειφθησεσθαι Α)] καταλείψει σε F | τω πληθει] εις πληθος F | εισηκουσατε AF | σου] υμων AF 63 ηυφρανθη AF vid | υμας 1°] + και πληθυναι υμας Α | om εν ταχει Α | εισπορευη Β (-ει Α * vid)] υμεις εισπορευεσθαι A a (εσθαι εκει κληρο sup ras et in mg) | κληρονομησαι Α 64 ους | οις Α 65 ουδ ου] ουδε Α | om ετεραν Α | απειθουσαν] αθυμουσαν Α | εκλιποντας] εκλειποντα Α 66 κρεμαμενη] κεκραμενη A)
καὶ ἀποστρέψει σε κύριος εἰς Αἴγυπτον ἐν πλοίοις, ἐν τῇ ὁδῷ ᾗ εἶπα Οὐ προσθήσει ἔτι ἰδεῖν αὐτήν· καὶ πραθήσεσθε ἐκεῖ τοῖς ἐχθροῖς ὑμῶν εἰς παῖδας καὶ παιδίσκας, καὶ οὐκ ἔσται ὁ κτώμενος.
Οὗτοι οἱ λόγοι τῆς διαθήκης οὓς ἐνετείλατο κύριος στῆσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ Μωάβ, πλὴν τῆς διαθήκης ἧς διέ- θέτο αὐτοῖς ἐν Χωρήβ.
Καὶ ἐκάλεσεν Μωυσῆς πάντας τοὺς υἱοὺς Ἰσραὴλ καὶ εἶπεν πρὸς αὐτούς Ὑμεῖς ἑωράκατε πάντα ὅσα ἐποίησεν κύριος ἐν γῇ Αἰγύπτῳ ἐνώπιον ὑμῶν Φαραὼ καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ·
τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου, τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα·
καὶ οὐκ ἔδωκεν κύριος ὁ θεὸς ὑμῖν καρδίαν εἰδέναι καὶ ὀφθαλμοὺς βλέπειν καὶ ὦτα ἀκούειν ἕως τῆς ἡμέρας ταύτης.
καὶ ἤγαγεν ὑμᾶς ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἔτη· οὐκ ἐπαλαιώθη τὰ ἱμάτια ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν οὐ κατετρίβη ἀπὸ τῶν ποδῶν ὑμῶν.
ἄρτον οὐκ ἐφάγετε, οἶνον καὶ σίκερα οὐκ ἐπίετε, ἴνα γνῶτε ὅτι Κύριος ὁ θεὸς ὑμῶν ἐγώ.
καὶ ἤλθετε ἕως τοῦ τόπου τούτου, καὶ ἐξῆλθεν Σηὼν βασιλεὺς Ἑσεβὼν καὶ Ὢγ βασιλεὺς βασᾶν εἰς συνάντησιν ὑμῖν ἐν πολέμῳ· καὶ ἐπατά- ξαμεν αὐτούς,
καὶ ἐλάβομεν τὴν γῆν αὐτῶν, καὶ ἔδωκα αὐτὴν ἐν κλήρῳ τῷ Ῥουβὴν καὶ τῷ Γαδδεὶ καὶ τῷ ἡμίσει φυλῆς Μανασσή.
καὶ φυλάξεσθε ποιεῖν πάντας τοὺς λόγους τῆς διαθήκης ταύτης, ἵνα συνῆτε πάντα ὅσα ποιήσετε.