Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ προσάξεις τοὺς Λευείτας ἔναντι Κυρίου, καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ἰσραὴλ τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς Λευείτας·

καὶ ἀφοριεῖ Ἀαρὼν τοὺς Λευείτας ἀπόδομα ἔναντι Τυρίου παρὰ τῶν υἱῶν Ἐσραήλ, καὶ ἔσονται ὥστε ἐργάζεσθαι τὰ ἔργα Τυρίου.

οἱ δὲ Λευεῖται ἐπιθήσουσιν τὰς χεῖρας ἐπὶ τὰς κεφαλὰς τῶν μόσχων, καὶ ποιήσει τὸν ἕνα περὶ ἁμαρτίας καὶ τὸν ἕνα εἰς ὁλοκαύτωμα [*](88 om καὶ 1° BabAF Ι ἀμνάδες εξηκ. ἐνιαύσιαι ἄμωμοι τράγοι εξηκ. Ba?] αμν. εξηκ. τραγοι εξηκ. ενιαυσιαι ἁμ. B* τράγοι εξηκ. αμν. εξηκ. ἐνιαύσιαι ενιαυσιοι F) αμ. AF Ι εγκαινωσις] ἐγκαίνισις AF Ι τὸ 1°] του F 89 F VIII 3 εξηψεν τοὺς λύχνους ἀύτης sup ras Ba + καθὰ συνέταξεν κݲςݲ τὼ Μωυση Bamginf AF 4 om ἀύτης 1° Α 6 ὑιῶν] pr τῶν 7 om αὐτοῖς Α | αγνισμον] αγνιασμον Α ἁγιασμὸν F | περιρανιεις F Ι om πὰν Α 8 θυσίαν] θυμίαμα F Ι σεμιδαλεως] σεμίδαλιν AF 9 ἐνάντιον F 11 καὶ ἀφοριεῖ ’j τοὺς Λευίτας Flme (om F*) 12 των Α)

274
[*](B) κυρίῳ, ἐξιλάσασθαι περὶ αὐτῶν.

καὶ στήσεις τοὺς Λευείτας ἔναντι κυρίου, ἔναντι Ἀαρὼν καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ, καὶ ἀποδώσεις αὐτοὺς ἀπόδομα ἔναντι κυρίου·

καὶ διαστελεῖς τοὺς Λευείτας ἐκ μέσου υἱῶν Ἰσραήλ, καὶ ἔσονται ἐμοί.

καὶ μετὰ ταῦτα εἰσελεύσονται οἱ Λευεῖται ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ καθαριεῖς αὐτούς, καὶ ἀποδώσεις αὐτοὺς ἔναντι κυρίου.

ὃτι απόδομα ἀποδεδομένοι οὑτοιὶ μοί εἰσιν ἐκ μέσου υἱῶν Ἰσραήλ· ἀντὶ τῶν διανοιγόντων πᾶσαν μήτραν πρωτοτόκων πάντων τῶν ἐκ τῶν υἱῶν Ἰσραὴλ εἴληφα αὐτοὺς ἐμοί.

ὃτι ἐμοὶ πᾶν πρωτότοκον ἐν υἱοῖς Ἰσραὴλ ἀπὸ ἀνθρώπων ἕως κτήνους· ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῆ Αἰγύπτῳ ἡγίασα αὐτοὺς ἐμοί.

καὶ ἔλαβον τοὺς Λευείτας ἀντὶ παντὸς πρωτοτόκου ἐν υἱοῖς Ἰσραὴλ.