Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τοῖς υἰοῖς καὰθ οὐκ ἔδωκεν, ὅτι τὰ λειτουργήματα τοῦ ἁγίου ἔ χοῦσιν· ἐπ’ ὤμων ἀροῦσιν. σιν.

καὶ προσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἐν τῇ ἡμέρᾳ ἧ ἔχρισεν αὐτό, καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δῶρα αὐτῶν ἀπέναντι τοῦ θυσιαστηρίου.

καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἄρχων εἷς καθ’ ἡμέραν, ἄρχων καθ’ ἡμέραν, προσοίσουσιν τὰ δῶρα αὐτῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου.

καὶ ἦν ὁ προσφέρων ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὐτοῦ § Ναασσὼν [*](§ ℵ) υἱὸς Ἀμειναδάβ, ἄρχων τῆς φυλῆς Ἰούδα.

καὶ προσήνεγκεν τὸ δῶρον αὐτοῦ τρύβλιον ἀργυροῦν ἕν,’ τριάκοντα καὶ ἑκατὸν ὁλκὴ [*](¶ ℵ) αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·

θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος·

μόσχον ἕνα ἐκ βοῶν καὶ κριὸν § ἔνα, ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκαύτωμα·

καὶ ἑ [*](§ ℵ) χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·

καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο καὶ κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ναασσὼν υἱοῦ Ἀμειναδάβ.