Numbers
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ εἰς ἐνιαυσίας τοῦτο τὸ δῶρον Ἐλιὰβ υἱοῦ Χαιλών.
Τῇ ἡμέρᾳ τῇ Τῇ τετάρτῃ ἄρχων τῶν υἱῶν Ῥουβήν, Ἐλισοὺρ υἱὸς Ἐδισούρ.
τὸ δῶρον αὐτοῦ τρύβλιον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω εἰς θυσίαν·
θυίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος·
μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα.
καὶ ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·
καὶ εἰς θυσίαν σωτηρίου δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Ἐλισοὺρ υἱοῦ Σεδιούρ.
Τῇ ἡμέρᾳ τῇ πέμπτῃ ἄρχων τῶν υἱῶν Συμεών, Σαλαμιὴλ υἱὸς Σουρισαδαί.
τὸ δῶρον αὐτοῦ τρύβλιον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·
θυσίσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος·
μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·