Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Λάλησον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων οὕτως εὐλογήσετε τοὺς υἱοὺς Ἰσραὴλ λέγοντες αὐτοῖς·

καὶ ἐπιθήσουσιν τὸ ὄνομά μου ἐπὶ τοὺς υἱοὺς ἠ’ [*](¶ ℵ) Ἰσραήλ, καὶ ἐγὼ ¶ εὐλογήσω αὐτούς.

  1. Εὐλογήσαι σε κύριος καὶ φυλάξαι,
  1. καὶ ἐπιφάναι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ ἐλεήσαι σε·
  1. ἐπάραι κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ δῴη σοι εἰρήνην.

Καὶ ἐγένετο ἧ ἡμέρα συνετέλεσεν Μωυσῆς ὥστε ἀναστῆσαι τὴν σκηνήν, καὶ ἔχρισεν αὐτὴν καὶ ἡγίασεν αὐτὴν καὶ πάντα τὰ σκεύη ἀυτῆς κὰ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ, καὶ ἔχρισεν ἀυτὰ καὶ ἡγίασεν αὐτά·

κα προσήνεγκαν οἱ ἄρχοντες Ἰσραήλ, ιβ΄ ἄρχοντες οἴκων πατριῶν αὐτῶν · οὗτοι ἄρχοντες φυλῶν, οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς·

καὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν ἔναντι κυρίου, ἐξ ἁμάξας λαμπηνικὰς καὶ ιβ΄ βόας, ἅμαξαν παρὰ δύο ἀρχόντων καὶ μόσχον παρὰ ἑκάστου, καὶ προσήγαγον ἐναντίον τῆς σκήνης.

καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν λέγων

Λάβε παρ' αὐτῶν καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τῆς σκηνῆς τοῦ μαρτυρίου. [*](¶ ℵ) καὶ δώσεις αὐτὰ τοῖς Λευείταις, ¶ ἑκάστῳ κατὰ τὴν αὐτοῦ λειτουργίαν.

καὶ λαβὼν Μωυσῆς τὰς ἁμάξας καὶ τοὺς βόας ἔδωκεν αὐτὰ τοῖς us.