Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

οὗτος ὁ νόμος τοῦ εὐξαμένου ὃς ἂν εὔξηται κυρίῳ δῶρον αὐτοῦ Κυρίῳ περὶ τῆς εὐχῆς, χωρὶς ων ἂν εὕρῃ ἡ χεὶρ αὐτοῦ, κατὰ δύναμιν τῆς εὐχῆς αὐτοῦ ἣν ἀν’ εὔξηται κατὰ νόμον ἁγνείας.

[*](§ ℵ)

αὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

Λάλησον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων οὕτως εὐλογήσετε τοὺς υἱοὺς Ἰσραὴλ λέγοντες αὐτοῖς·

καὶ ἐπιθήσουσιν τὸ ὄνομά μου ἐπὶ τοὺς υἱοὺς ἠ’ [*](¶ ℵ) Ἰσραήλ, καὶ ἐγὼ ¶ εὐλογήσω αὐτούς.

  1. Εὐλογήσαι σε κύριος καὶ φυλάξαι,
  1. καὶ ἐπιφάναι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ ἐλεήσαι σε·
  1. ἐπάραι κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ δῴη σοι εἰρήνην.