Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔδωκεν Μωυσῆς τὸ τέλος Κυρίῳ τὸ ἀφαίρεμα τοῦ θεοῦ ᾿Ελεαζὰρ τῷ ἱερεῖ, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ.

ἀπὸ ἡμισεύματος τῶν υἱῶν ᾿Ισραήλ, οὓς διεῖλεν Μωυσῆς ἀπὸ τῶν ἀνδρῶν τῶν πολεμιστῶν·

καὶ ἐγένετο τὸ ἡμίσευμα ἀπὸ τῆς συναγωγῆς ἀπὸ τῶν προβάτων τριακόσιαι χιλιάδες καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια,

καὶ βόες ἕξ καὶ τριάκοντα χιλιάδες,

ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι,

καὶ ψυχαὶ ἀνθρώπων ἓξ καὶ δέκα χιλιάδες·

κοὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν ᾿Ισραὴλ τὸ ἕν ἀπὸ τῶν πεντήκοντα, ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν, καὶ ἔδωκεν αὐτὰ τοῖς Λευείταις τοῖς φυλάσσουσιν τὰς φυλακὰς τῆς σκηνῆς κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.

Καὶ προσῆλθον πρὸς Μωυσῆν πάντες οἱ καθεσταμένοι εἰς τὰς χιλιαρχίας τῆς δυνάμεως χιλίαρχοι καὶ ἑκατόνταρχοι,

καὶ εἶπαν πρὸς Μωυσῆν Οἱ παῖδές σου εἰλήφασιν τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν παρ’ ἡμῶν, καὶ οὐ διαπεφώνηκεν ἀπ’ αὐτῶν οὐδὲ εἷς·

καὶ προσενηνόχαμεν τὸ δῶρον κυρίῳ ἀνὴρ ὅ εὗρεν σκεῦος χρυσοῦν καὶ χλίδωνα καὶ ψέλιον καὶ δακτύλιον καὶ περιδέξιον καὶ ἐμπλόκιον, ἐξιλάσασθαι περὶ ἡμῶν ἔναντι Κυρίου.

καὶ ἔλαβεν Μωυσης κα ᾿Ελεαζὰρ ὁ ἱερεὺς τὸ χρυσίον παρ’ αὐτῶν, πᾶν σκεῦος εἰργασμένον·

καὶ ἐγένετο πᾶν τὸ χρυσίον, τὸ ἀφαίρεμα ὃ ἀφεῖλον κυρίῳ, ἐξ καὶ [*](AF) [*](35 τῶν γυναίκων] γυν, κ sup ras Ba! om τῶν F | πάσαι ψυχᾶι] πάσα AF 36 ἐκπεπορευμένων] ἐκπορευομένων Α | τριακόσιαι] + χιλιάδες AF κισχιλιοι B*vid] ἑπτακισχίλιαι α 2° sup ras Ba?) Bab ἑπτακισχίλια AF | B*vid] πεντακόσιαι Ba? πεντακόσια AF 37 ἑξακόσιοι B* vid] εξακοσιαι Ba? A1 ἑξακόσια Λῆ 39 φ΄] πεντακόσιοι AF | εις] μία F 40 εκκαιδεκα] ἐξ καὶ δέκα AF 41 καθὰ] καθάπερ Α 42 ἡμισεύματος] pr του BabAF 43 ἄπο τῆς σὺν.] τὸ τῆς σὺν. Α 47 τὸ ἐν] om τὸ BabA Ι Λευίταις BbAF 48 κατεσταμένοι B Ι χιλιαρας F* χιλιαρχίας in mg item χι superset F1) 49 ἀπ’ ἀυτῶν] ἐπ’ ἀυτῶν F 50 προσενηνόχαμεν] προσανενηνοχαμεν F | om καὶ 2° BabAF Ι ἐξιλάσασθε Α | ὑμῶν Α 52 αφειλαν F)

327
δέκα χιλιάδες καὶ ἑπτακόσιοι καὶ πεντήκοντα σίκλοι, παρὰ τῶν χιλιάρχων [*](B) καὶ παρὰ τῶν ἑκατοντάρχων.

καὶ οἱ ἄνδρες οἱ πολεμισταὶ ἐπρονόμευσαν ἕκαστος ἑαυτῷ.

καὶ ἔλαβεν Μωυσῆ ὁ ἱερεὺς τὸ χρυσίον παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν καὶ εἰσήνεγκεν αὐτὰ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, μνημόσυνον τῶν ἀντὶ κυρίου.

XXXII

XXXIIκαὶ ἴδον τὴν χώραν ᾿Ιαζὴρ καὶ τὴν χώραν Γαλαάδ, καὶ ἦν ὁ τόπος τόπος κτήνεσιν.

καὶ προσελθόντες οἱ υἱοὶ ῾Ρουβὴν καὶ οἱ υἱοὶ Γὰρ εἶπαν πρὸς Μωυσῆν καὶ πρὸς ᾿Ελεαζὰρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς λέγοντες

᾿Αταρὼθ καὶ Δαιβὼν καὶ ᾿Ιαζὴρ καὶ Νασμβρὰ καὶ ῾Εσεβὼν καὶ ᾿Ελεαλὴ καὶ Σεβαμὰ καὶ Ναβαὺ καὶ βαιάν,

τὴν γῆν ἣν παραδέδωκεν κύριος ἐνώπιον τῶν υἱῶν ᾿Ισραήλ, γῆ κτηνοτρόφος ἐστίν, καὶ τοῖς παισίν σου κτήνη ὑπάρχει.

καὶ ἔλεγον Εἰ εὕρομεν χάριν ἐνώπιόν σου, δοθήτω ἡ γῆ αὕτη τοῖς οἰκέταις σου ἐν καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν ᾿Ιορδάνην.

καὶ εἶπεν τοῖς υἱοῖς Γὰδ καὶ τοῖς υἱοῖς ῾Ρουβήν Οἱ ἀδελφοὶ ὑμῶν πορεύονται εἰς πόλεμον, καὶ ὑμεῖς καθήσεσθε αὐτοῦ;