Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Μεραρεὶ δῆμος ὁ Μοολεὶ καὶ δῆμος ὁ Μουσεί· οὗτοί εἰσιν δῆμοι Μεραρεί.

ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμόν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἑξακισχίλιοι καὶ πεντήκοντα·

ὁ ἄρχων οἴκου πατριᾶς τοῦ δήμου τοῦ Μεραρεὶ Σουριὴλ υἱὸς Ἀβειχάιλ· ἐκ πλαγίων τῆς σκηνῆς παρεμβαλοῦσιν πρὸς βορρᾶν.

ἡ ἐπίσκεψις ἲς ἡ φυλακὴ υἱῶν Μεραρεί· τὰς κεφαλίδας τῆς σκηνῆς καὶ τοὺς μοχλοὺς αὐτῆς καὶ τοὺς στύλους αὐτῆς καὶ τὰς βάσεις αὐτῆς, καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ τὰ ἔργα αὐτῶν,

καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ καὶ τὰς βάσεις αὐτῶν, καὶ τοὺς πασσάλους καὶ τοὺς κόλους αὐτῶν.

Καὶ οἱ βάλλοντες κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπ’ ἀν’ Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ, φυλάσσοντες τὰς φυλακὰς τοῦ ἁγίου εἰς τὰς φυλακὰς τῶν υἱῶν Ἰσραήλ· καὶ ὁ ἀλλουγενὴς ὁ ἁπτόμενος ἀποθανεῖται.

πᾶσα ἡ ἐπίσκεψις τῶν Λευειτῶν οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς κυρίου κατὰ δήμους αὐτῶν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, δύο καὶ εἴκοσι χιλιάδες.

Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων Ἐπίσκεψαι πᾶν πρωτότοκον ἄρσεν τῶν υἱῶν Ἰσραὴλ ἀπὸ μηνιαίου καὶ ἐπάνω, καὶ λάβετε τὸν ἀριθμὸν ἐξ ὀνόματος·

καὶ λήμψῃ τοὺς Λευείτας ἐμοί, ἐγὼ Κύριος, ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ, καὶ τὰ κτήνη τῶν Λευειτῶν ἀντὶ πάντων τῶν πρωτοτόκων ἐν τοῖς κτήνεσιν τῶν υἱῶν Ἰσραήλ.

καὶ ἐπεσκέψατο Μωυσῆς ὃν τρόπον ἐνετείλατο κύριος πᾶν πρωτότοκον ἐν τοῖς υἱοῖς Ἰσραήλ·

καὶ ἐγένοντο πάντα τὰ πρωτότοκα τὰ ἀρσενικὰ κατὰ ἀριθμὸν ἐξ ὀνόματος ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐκ τῆς· ἐπισκέψεως αὐτῶν δύο καὶ εἴκοσι χιλιάδες, τρεῖς καὶ κοντα καὶ διακόσιοι.