Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ υἱοὶ Καὰθ κατὰ δήμους αὐτῶν· Ἀμρὰμ καὶ Ἰσσαάρ, Χεβρὼν καὶ Ὀζειήλ.

καὶ υἱοὶ Μεραρεὶ κατὰ δήμους αὐτῶν· Μοολεὶ καὶ Ὀμουσεί. οὗτοί εἰσιν δῆμοι τῶν Λευειτῶν κατ’ οἴκους πατριῶν αὐτῶν.

Τῷ Γεδσὼν δῆμος τοῦ Λοβενεὶ καὶ δῆμος τοῦ Σεμεεί· οὗτοι δῆμοι τοῦ Γεδσών.

ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμὸν παντὸς ἀρσενικοῦ ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἡ ἐπί· σκέψις αὐτῶν ἑπτακισχίλιοι καὶ πεντακόσιοι.

καὶ υἱοὶ Γεδσὼν ὀπίσω τῆς σκηνῆς παρὰ θάλασσαν παρεμβαλοῦσιν·

καὶ ὁ ἄρχων οἴκου πατριᾶς τοῦ δήμου τοῦ Γεδσὼν Ἐλισὰφ υἱὸς Δαήλ.

καὶ ἡ φυλακὴ υἱῶν Γεδσὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· ἡ σκηνὴ καὶ τὸ κάλυμμα, καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου,

καὶ τὰ ἱστία τῆς αὐλῆς, καὶτὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς τῆς οὔσης ἐπὶ τῆς σκηνῆς, καὶ τὰ κατάλοιπα πάντων τῶν ἔργων αὐτοῦ.

Τῷ Καὰθ δῆμος ὁ Ἀμραμείς, καὶ δῆμος ὁ Σαριείς, καὶ δῆμος ὁ Χεβρωνείς, καὶ δῆμος ὁ Ὀζειηλείς· οὗτοί εἰσιν δῆμοι τοῦ Καὰθ

κατὰ ἀριθμόν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ὀκτακισχίλιοι καὶ ἑξακόσιοι, φυλάσσοντες τὰς φυλακὰς τῶν ἁγίων.

οἱ δῆμοι τῶν υἱῶν Καὰθ παρεμβαλοῦσιν ἐκ πλαγίων τῆς σκηνῆς κατὰ λίβα·