Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Καὶ τοὺς Λευείτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ ἀντὶ πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ἰσραήλ· λύτρα αὐτῶν ἔσονται, καὶ ἔσονται ἐμοὶ οἱ Λευεῖται.

ἐμοὶ γὰρ πᾶν πρωτότοκον· ἐν ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ἰσραήλ· ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐμοὶ ἔσονται· ἐγὼ Κύριος.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σεινὰ λέγων

Ἐπίσκεψαι τοὺς υἱοὺς Λευεὶ κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ δήμους αὐτῶν· πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ [*](34 παρενέβαλλον F Ι τάγματα F ΙΙΙ 1 ορει] pr τὼ Α | Σίνα BbAF AF 2 Ελεαζαρ] pr καὶ AF 3 οι ηλιμμενοι ηλειμμ. F)] pr καὶ Α | om Α | ἱερατεύειν] pr του Α 4 Σίνα BbAF | ἱεράτευσεν] ἴδου ἱεράτευσαν F Ι μετ’] μέτα Ba? bAF Ι Ααρων sup ras Aa 6 Λευει Λευι BbAF)] pr τὴν AF | ἔναντι F 7 om τὰς φύλακας 2° F 9 Ααρων] † τὼ ἀδελφὼ σου AF δόμα δεδομένοι BaAF | μοι] μόνοι Α 10 κάτα ’τον βωμὸν] του θυσιαστηριου F | ἔσω] pr τὰ AF 12 εἴληφα] ηλιφα Α 13 ἡγίασας 13 14 Σίνα BbAF 15 Λευει] Λευι BbAa (sup ras) F Ααρων Α* vid | κάτα δῆμ’. ν] † κάτα συγγενείας ἀυτῶν AF)

258
[*](B) ἐπάνω ἐπισκέψασθε αὐτούς.

καὶ ἐπεσκέψαντο αὐτοὺς Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ὃν τρόπον συνέταξεν αὐτοῖς κύριος.

καὶ ἦσαν οὗτοι οἱ υἱοὶ Λευεὶ ἐξ ὀνομάτων αὐτῶν· Γεδσών, Καὰθ καὶ Μεραρεί.

καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσὼν κατὰ δήμους αὐτῶν· Λοβενεὶ καὶ Σεμεεί.

καὶ υἱοὶ Καὰθ κατὰ δήμους αὐτῶν· Ἀμρὰμ καὶ Ἰσσαάρ, Χεβρὼν καὶ Ὀζειήλ.

καὶ υἱοὶ Μεραρεὶ κατὰ δήμους αὐτῶν· Μοολεὶ καὶ Ὀμουσεί. οὗτοί εἰσιν δῆμοι τῶν Λευειτῶν κατ’ οἴκους πατριῶν αὐτῶν.

Τῷ Γεδσὼν δῆμος τοῦ Λοβενεὶ καὶ δῆμος τοῦ Σεμεεί· οὗτοι δῆμοι τοῦ Γεδσών.