Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ π ροσελθοῦσαι αἱ θυγατέρες Σαλπαάδ υἰοῦ Ὅφερ υἱοῦ Γαλαὰδ υἱοῦ Μαχείρ, τοῦ δήμου Μανασσὴ τῶν υἱῶν ᾿Ιωσήφ, καὶ ταῦτα τὰ ὁνόματα αὐτῶν· Μάλα καὶ Νουὰ καὶ ῾Εγλὰ καὶ Μελχὰ καὶ Θερσά·

καὶ στᾶσαι ἔναντι Μωυσῆ καὶ ἔναντι ᾿Ελεαζὰρ τοῦ ἱερέως καὶ ἔναντι τῶν ἀρχόντων καὶ ἔναντι πάσης συναγωγῆς ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου λέγουσιν

῾Ο πατὴρ ἡμῶν ἀπέθανεν ἐν τῇ ἐρήμῳ, καὶ αὐτὸς οὐκ ἢν ἐν μέσῳ τῆς συναγωγῆς τῆς ἐπισυστάσης ἔναντι κυρίου ἐν τῇ συναγωγῇ κόρε· ὅτι διὰ ἁμαρτίαν αὐτοῦ ἀπέθανεν, καὶ υἱοὶ οὐκ ἐγένοντο αὐτῷ.

μὴ ἐξαλειφθήτω τὸ ὄνομα τοῦ πατρὸς ἡμῶν ἐκ μέσου τοῦ δήμου αὐτοῦ, ὅτι οὐκ ἔστιν αὐτῷ υἱός· δότε ἡμῖν κατάσῳ ἀδελφῶν πατρὸς ἡμῶν.

καὶ προσήγαγεν Μωυσῆς κρίσιν αὐτῶν ἔναντι Κυρίου.