Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσον πολλῶν καὶ ὀλίγων.

Καὶ υἱοὶ Λευεὶ κατὰ δήμους αὐτῶν· τῷ Γεδσών, δῆμος ὁ Γεδσωνεί· τῷ Καάθ, δῆμος ὁ Κααθεί· τῷ Μεραρεί, δῆμος ὁ Μεραρεί.

οὗτοι δῆμοι υἱῶν Λευεί· δῆμος ὁ Λοβενεί, δῆμος ὁ Χεβρωνεί, δῆμος ὁ κόρε καὶ δῆμος ὁ Μουσεί. καὶ Καὰθ ἐγέννησεν [*](40 Εδενι AF 42 βάλει AF | Ασυβηρι AF | Ιαχειραν] Αχιραν Α AF Αχιαν F Ιαχειρανει] Αχιραϊ Α Αχιανει F 43 Σωφανι AF 44 οἱ υἱοὶ] om οἱ Α | Αδερ AF | Νοεμανει] Νοεμα Α Νοεμαν F + δῆμος ο Ba mg inf + δ. ο Νοεμανι AF 45 υιοι] pr οἱ F 46 υιοι] pr οἱ F | Σαμειδη Α Σαμι F | Σαμει 2°] Σαμειδηι Α Σαμι F | οὐτῶ A* οὔτοι 47 Σαμι F χ΄] ἑξακόσιοι AF 48 Νεφθαλι Α | Σαηλ] Ασηλ Bab Ασιη AF | Σαηλει] Ασηλει Bab Ασιηλι AF | Γαυνει 1°] Γωυνι Α Ωγυνι F | 2°] Γωυνι AF 49 Ιεσερ] Ιεσρι Α | Ιεσερει] Ιεσρι Α Ιεσερι F | Σελλημ AF | Σελλημι AF 50 Νεφθαλι Α | τριακοντ B1?a? τεσσαρ. Bb) πέντε καὶ τεσσεράκοντα AF 51 τριακοντα] pr καὶ BabAF 54 ἐλάττοσι F 57 υιοι] pr οἱ F | Λευι BbAF Ι Γεδσωμ] Γεδσωνι Α | Γεδσωνει] Γεδσωνι AF | Κααθι AF | Μεραρι AF (bis) 58 Λευι BbAF | Λοβενι AF | δῆμος °] pr καὶ Α | Χεβρωνει] Χεβρων Α Χεβρωνι F Ι δ. ο Κορε καὶ δ. ο Μουσει] καὶ δ. ο Ομουσι καὶ δ. ο Κορε Α καὶ δ. ο Μουσι καὶ δ. ο Κορε F)

316
[*](B) τὸν Ἀμράμ·

καὶ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ ᾿Ιωχάβεδ, θυγάτηρ Λευεί, ἢ ἔτεκεν τούτους τῷ Λευεὶ ἐν Αἰγύπτῳ· καὶ ἔτεκεν τῷ ᾿Αμρὰμ τὸν ᾿Ααρὼν καὶ Μωυσῆν καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν.

καὶ ἐγενήθησαν τῷ Ἀαρὼν ὅ τε Ναδὰβ καὶ ᾿Αβιοὺδ καὶ ᾿Ελεαζὰρ καὶ ᾿Ιθαμάρ.