Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου· εἶπα τιμήσω σε, καὶ νῦν ἐστέρεσέν σε κύριος τῆς δόξης.

καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλάκ οὐχὶ καὶ τοῖς ἀγγέλοις σου οὓς ἀπέστειλας πρὸς μὲ ἐλάλησα λέγων

᾿Εάν μοι δῷ Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου, ποιῆσαι αὐτὸ πονηρὸν ἢ καλὸν παρ’ ἐμαυτοῦ· ὃσα ἐὰν εἴπῃ ὁ θεός, ταῦτα ἐρῶ.

καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου· δεῦρο συμβουλεύσω σοι τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπ’ ἐσχάτου τῶν ἡμερῶν.

καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν

  • Φησὶν Βαλαὰμ υἱὸς Βεώρ,
  • φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινὸς ὁρῶν,