Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἶπεν Βαλαὰμ τῴ Βαλάκ οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμούς, καὶ ἑτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.

καὶ ἐποίησεν Βαλὰκ ὃν τρόπον εἶπεν αὐτῷ Βαλαάμ, καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλέκ Παράστηθι ἐπὶ τῆς θυσίας σου, καὶ πορεύσομαι, εἴ μοι φανεῖται ὁ θεὸς ἐν συναντήσει· καὶ ῥῆμα ὅ [*](AF)[*](30 οὕτως] τοῦτο Α 31 Βαλααμ] pr του Α Ι Τυρίου] του θεοῦ AF | τὼ τροσωπου (sic) Α 32 ειπεν] λεγει Α Ι ενου F 33 τουτο τρίτον Α ἐξέκλινεν 2°] + απ εμου AF | om ουν AF | απεκτεινα] pr αν F Ι δ αν Bab α sup ras ν superset) AF 34 ἐν τῆ ὀδῶ εἰς συναντ.] εις συναντ. μοι εν τῆ ὀδῶ AF 36 ητις] η εστιν BabAF Ι ο] η AF 37 οντως ου δυνήσομαι AF 38 προς σε· νυν δυνατὸς AF| βαλη] εμβαλη AF Ι το στόμα] την καρδίαν Α | λαλήσω] φυλάξω λαλήσαι Α 40 αρχουσν AF XXIII 1 ἐνταῦθα 1°] ενταυτα F | ἐνταῦθα °] ενταυτα Α 2 επι τον βωμον] om τον F 3 και 2°] εγω δε Α | ει μοι] εμοι A* Ι superset)

307
ἐάν μοι δείξη ἀναγγελῶ σοι. καὶ παρέστη Βαλὰκ ἐπὶ τῆς θυσίας [*](B) αὐτοῦ· καὶ Βαλαὰμ ἐπορεύθη ἐπερωτῆσαι τὸν θεόν, καὶ ἐπορεύθη εὐθεῖαν.

καὶ ἐφάνη ὁ θεὸς τῷ Βαλαάμ, καὶ εἶπεν πρὸς αὐτὸν Βαλαάμ τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα, καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

καὶ ἐνέβαλεν ὁ θεὸς ῥῆμα εἰς στόμα Βαλαὰμ καὶ εἶπεν Ἐπιστραφεὶς πρὸς Βαλὰκ οὕτως λαλήσεις.

καὶ ἀπεστράφη αὐτόν· καὶ ὅδε ἐφιστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ, καὶ οἱ ἄρχοντες Μωὰβ μετ’ αὐτοῦ. καὶ ἐγενήθη πνεῦμα ἐπ’ αὐτῷ·

καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν

  • Ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλάκ,
  • βασιλεὺς Μωὰβ ἐξ ὀρέων ἀπ’ ἀνατολῶν, λέγων
  • Δεῦρο ἄρασαί μοι τὸν Ἰακώβ,
  • καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ἰσραήλ;
    1. τί ἀράσωμαι ὃν μὴ καταρᾶται Κύριος;
    2. ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ θεός;
    1. ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτόν,
    2. καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν.
    3. ἰδοὺ λαὸς μόνος κατοικήσει,
    4. καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται.

  • τίς ἐξηκριβάσατο τὸ σπέρμα Ἰακώβ;
  • καὶ τίς ἐξαριθμήσεται δήμους Ἰσραήλ;
  • ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων,
  • καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων.