Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπάραντες οἱ υἱοὶ Ἰσραὴλ παρεν.έβαλον ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατ’ ἁ Ἰερειχώ.

Καὶ ἰδὼν Βαλὰκ υἱὸς Σεπφὼρ πάντα ὅσα ἐποίησεν Ἰσραὴλ τῶ

Ἀμορραίῳ, καὶ ἐφοβήθη Μωὰβ τὸν λαὸν σφόδρα, ὅτι πολλοὶ ἦσαν. [*](25 ἀυτὴ] ἀυταῖς Α 26 ἐστιν 1°] ἐστι Ba εἰ Bbvid | πόλεις B*AF πόλις Bab) | om εστιν 2° AF Ι ἔλαβεν Α | Αρνων] Ανων F 27 οι αἴνιγμ’. Bb] ενιγμ· Ba οι ε sup ras) AF Ι ἔλθατε Α 28 εκ Εσ. F 29 ἀπόλου Α Ι om Σηων Α 30 απολειτε Α Ι αἰ γυναῖκες] † ἀυτῶν AF | ἔτι] ὅτι F | προσεξεκαυσαν] ἐξέκαυσαν F 32 κατελάβετο Α | κωμας] πόλεις F | κατοικουντα] ὄντα AF 33 Εδραι F 35 ’τον λαὸν] ὂν λ. F* τον λ. F1 (vid)) Ι καταλείπειν F XXII 1 εριχω BbA)

304
[*](B) καὶ προσώχθισεν Μωὰβ ἀπὸ προσώπου υἱῶν Ἰσραήλ.

καὶ εἶπεν Μωὰβ τῇ γερουσίᾳ Μαδιάμ Νῦν ἐκλίξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλῳ ἡμῶν, ὡς ἐκλίξαι ὁ μόσχος τὰ χλωρὰ ἐκ τοῦ πεδίου. καὶ Βαλὰκ υἱὸς Σεπφὼρ βασιλεὺς Μωὰβ ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον.

καὶ ἀπέστειλεν πρέσβεις πρὸς Βαλαὰμ υἱὸν Βεὼρ Φαθού̣ρα, ὅ ἐστιν ἐπὶ τοῦ ποταμοῦ γῆς υἱῶν λαοῦ αὐτοῦ, καλέσαι αὐτὸν λέγων Ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου, καὶ ἰδοὺ κατεκάλυψεν τὴν ὄψιν τῆς γῆς· καὶ οὗτος ἐνκάθηται ἐχόμενός μου.

καὶ νῦν δεῦρο ἄρασαί μοι τὸν λαὸν τοῦτον, ὅτι ἰσχύει οὗτος ἢ ἡμεῖς, ἐὰν δυνώμεθα πατάξαι ἐξ αὐτῶν, καὶ ἐκβαλῶ αὐτοὺς ἐκ τῆς γῆς· ὅτι οἶδα οὓς ἐὰν εὐλογήσῃς σύ, εὐλόγηνται, καὶ οὓς ἐὰν καταράσῃ σύ, κεκατήρανται.

καὶ ἐπορεύθη ἡ γερουσία Μωὰβ καὶ ἡ γερουσία Μαδιάμ, καὶ τὰ μαντεῖα ἐν ταῖς χερσὶν αὐτῶν· κοὶ ἦλθον πρὸς Βαλαὰμ καὶ εἶπαν αὐτῷ τὰ ῥήματα Βαλάκ.

καὶ εἶπεν πρὸς αὐτούς καταλύσατε αὐτοῦ τὴν νύκτα, καὶ ἀποκριθήσομαι ὑμῖν πράγματα ἃ ἐὰν λαλήσῃ κύριος πρὸς μέ. καὶ κατέμειναν οἱ ἄρχοντες Μωὰβ παρὰ Βαλαάμ.

καὶ ἦλθεν ὁ θεὸς παρὰ Βαλαὰμ καὶ εἶπεν αὐτῷ Τί οἱ ἄνθρωποι οὗτοι παρὰ σοί;

καὶ Βαλαὰμ πρὸς τὸν θεόν Βαλὰκ υἱὸς Σεπφὼρ βασιλεὺς Μωὰβ πρὸς μὲ λέγων

Ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ καὶ ἰδοὺ κεκάλυφεν τὴν ὄψιν τῆς γῆς, καὶ οὗτος ε’νκάθηται μου· καὶ νῦν δεῦρο ἄρασαι μοι αὐτόν, εἰ ἄρα δυνήσομαι πατάξαι αὐτὸν καὶ ἐκβαλῶ αὐτὸν ἀπὸ τῆς γῆς.

καὶ εἶπεν ὁ θεὸς πρὸς Βαλαάμ Οὐ πορεύσῃ μετ’ αὐτῶν οὐδὲ καταράσῃ τὸν λαόν· ἔστιν γὰρ εὐλογημένος.

καὶ ἀναστὰς Βαλαὰμ τὸ πρωὶ εἶπεν τοῖς ἄρχουσιν Βαλάκ Ἀποτρέχετε πρὸς τὸν κύριον ὑμῶν· οὐκ ἀφίησίν με ὁ θεὸς πορεύεσθαι μεθ’ ὑμῶν.

καὶ ἀναστάντες οἱ ἄρχοντες Μωὰβ ἦλθον πρὸς Βαλὰκ καὶ εἶπαν Οὐ θέλει Βαλαὰμ πορευθῆναι μεθ’ ἡμῶν.