Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἀποσχίσθητε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ.

καὶ καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ Θεός, θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, εἰ ἄνθρωπος εἷς ἥμαρτεν, ἐπὶ πᾶσαν τὴν συναγωγὴν ὀργὴ κυρίου ;

καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

Αάλησον τῇ συναγωγῇ λέγων Ἀναχωρήσατε κύκλῳ ἀπὸ τῆς συναγωγῆς κόρε.

καὶ ἀνέστη Μωυσῆς καὶ ἐποπρὸς Δαθὰν καὶ Ἀβειρών, καὶ συνεπορεύθησαν μετ’ αὐτοῦ οἱ πρεσβύτεροι Ἰσραήλ.

καὶ ἐλάλησεν πρὸς τὴν συναγωγὴν Ἀποσχίσθητε ἀπὸ τῶν σκηνῶν τῶν ἀνθρώπων τῶν σκληρῶν τούτων, καὶ μὴ ἅπτεσθε ἀπὸ πάντων ὧν ἐστὶν αὐτοῖς, μὴ συναπόλησθε ἐν πάση τῇ ἀπαρτίᾳ ὑμῶν.

καὶ ἀπέστησαν ἀπὸ τῆς [*](13 εἰς γην] pr εις| γῆς ἧμας F* (om F1) 13 — 14 ἄρχων. εἰ καὶ AY AF (dcest interpunct in Β) 14 και 1o] + συ AY | γῆν] τὴν B (?) pr εἰ F | κλῆρον] καῖρον B 17 — 19 καὶ ἐπιθήσεται ἐπ’ αυτα...του μαρτυριου sup ras A1 17 θυμίαμα BabAJF 18 om καὶ ἐπέθηκαν ἐπ’ ἀυτὰ πυρ’ A1 | ἐπ’ ἀυτὰ] ἐπ’ αὐτὸ Bab Ι επιβαλαν F Ι επ αυτο] ἐπ’ ἀυτὰ B ab A1 F 19 επισυνεστησεν ἐπ’ αὐτοὺς] ο ἐπισυστήσας αὐτοὺς F | τὴν πάσαν αυτου] πάσαν αὐτοῦ τὴν Α1 Ι την θύραν] τὰς θύρας Α1 21 om ταύτης F* (hab F1 mg) 22 επεσαν] α sup ras B1 vid Ι θεὸς θεὸς] θέε θέε F | ὀργὴ] pr η Α 24 κορε] + καὶ Δαθαν και Αβειρων A 25 Αβιρων F 26 ὢν] ὅσα AF ἀπαρτία ὑμῶν] ἁμάρτια ἀυτῶν AF)

292
[*](B) σκηνῆς κόρε κύκλῳ· καὶ Δαθὰν καὶ Ἀβειρὼν ἐξῆλθον, καὶ ἱστήκεισαν παρὰ τὰς θύρας τῶν σκηνῶν αὐτῶν, καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ ἡ ἀποσκευὴ αὐτῶν.

καὶ εἶπεν Μωυσῆς Ἐν τούτῳ γνώσεσθε ὅτι κύριος ἀπέστειλέν με ποιῆσαι πάντα τὰ ἔργα ταῦτα, ὅτι οὐκ ἀπ’ ἐμαυτοῦ·

εἰ κατὰ θάνατον πάντων ἀνθρώπων ἀποθανοῦνται οὗτοι, εἰ καὶ κατ’ ἐπίσκεψιν πάντων ἀνθρώπων ἐπισκοπὴ ἔσται αὐτῶν, οὐχὶ κύριος ἀπέσταλκέν με.

ἀλλ' ἢ ἐν φάσματι δείξει Κύριος, καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς καταπίεται αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ τὰς σκηνὰς αὐτῶν καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς, καὶ καταβήσονται ζῶντες εἰς ᾄδου, καὶ γνώσεσθε ὅτι παρώξυναν οἱ ἄνθρωποι οὗτοι τὸν κύριον.

ὡς δὲ ἐπαύσατο λαλῶν πάντας τοὺς λόγους τούτους, ἐρράγη ἡ γῆ ὑποκάτω αὐτῶν,

καὶ ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας μετὰ κόρε καὶ τὰ κτήνη αὐτῶν.

καὶ κατέβησαν αὐτοὶ καὶ ὅσα ἐστὶν αὐτῶν ζῶντα εἰς ᾅδου, καὶ ἐκάλυψεν αὐτοὺς ἡ γῆ, καὶ ἀπώλοντο ἐκ μέσου τῆς συναγωγῆς.

καὶ πᾶς Ἰσραὴλ οἱ κύκλῳ αὐτῶν ἔφυγον ἀπὸ τῆς φωνῆς αὐτῶν, ὅτι λέγοντες Μή ποτε καταπίῃ ἡμᾶς ἡ γῆ.

καὶ πῦρ ἐξῆλθεν παρὰ κυρίου καὶ κατέφαγεν τοὺς πεντήκοντα καὶ διακοσίους ἄνδρας τοὺς προσφέροντας τὸ θυμίαμα.

Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν

καὶ πρὸς Ἐλεαζὰρ τὸν υἱὸν Ἀαρὼν τὸν ἱερέα Ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κατακεκαυμένων, καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ, ὅτι ἡγίασαν τὰ πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν·

καὶ ποίησον αὐτὰ λεπίδας ἐλατάς, περίθεμα τῷ θυσιαστηρίῳ, ὅτι προσηνέχθησαν ἔναντι κυρίου καὶ ἡγιάσθησαν, καὶ ἐγένοντο εἰς σημεῖον τοῖς υἱοῖς Ἰσραήλ.

καὶ ἔλαβεν Ἐλεαζὰρ υἱὸς Ἀαρὼν τοῦ ἱερέως τὰ πυρεῖα τὰ χαλκᾶ ὅσαπροσήνεγκαν οἱ κατακεκαυμένοι, καὶ προσέθηκαν αὐτὰ περίθεμα τῷ θυσιαστηρίῳ,

κατακεκαυμένοι, τοῖς υἱοῖς Ἰσραήλ, ὅπως ἂν μὴ προσέλθῃ μηθεὶς ἀλλογενής, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ἀαρών, ἐπιθεῖναι θυμίαμα ἔναντι κυρίου, καὶ οὐκ ἔσται ὥσπερ κόρε [*](AF) [*](27 σκηνης κορε] † καὶ Δαθαν καὶ Αβειρων Α κορε συναγωγῆς F | Αβιρων F | ειστηκ. Bab | σκηνων] σκηνωμματων AF 29 om οὔχι F* (hab F1 mg) ἀπέσταλκεν] ἀπέστειλεν AF 30 καταβήσονται] ονται sup ras Aa Ι γνωσεσθαι εσθ rescr) Α 31 πάντα Α* ς superscr A1) Ι ὑποκάτω] + πόδων AF 33 ὅσα] pr πάντα AF | ἀυτῶν] αὐτοῖς AF Ι ζωντες Α 34 λέγοντες] pr εἶπαν AF 37 ’τον υἱὸν] om ’τον F 38 λεπίδες B* λεπιδας Bab) | τοις υιοις] pr εν Α 40 προσέλθητε B* προσελθη Ba) μηδεὶς AF)

293
καἰ ἡ ἐπισύστασις αὐτοῦ· καθὰ ἐλάλησεν κύριος ἐν χειρὶ Μωυσῆ [*](B) αὐτῷ.