Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τίς ἡ γῆ, ἢ πίων ἢ παρειμένη, ἢ ἔστιν ἐν αὐτῇ δένδρα ἢ οὔ. καὶ προσκαρτερήσαντες λήμψεσθε ἀπὸ τῶν καρπῶν τῆς γῆς. καὶ αἱ ἡμέραι ἡμέραι ἔαρος, πρόδρομοι σταφυλῆς.

καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου Σεῖν ἕως Ῥαάβ, εἰσπορευομένων Ἑφαάθ.

καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον καὶ ἦλθον ἕως Χεβρών, καὶ ἐκεῖ Ἀχειμὰν καὶ Σεσσεὶ καὶ Θελαμείν, γενεαὶ Ἐνάχ· καὶ Χεβρὼν ἑπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ τοῦ Τάνιν Αἰγύπτου.

καὶ ἦλθον ἕως Φάραγγος βότρυος, καὶ κατεσκέψαντο αὐτήν· καὶ ἔκοψαν ἐκεῖθεν κλήματα καὶ βότρυν σταφυλῆς ἕνα ἐπ’ αὐτοῦ, καὶ ἦραν αὐτὸν ἐπ’ ἀναφορεῦσιν, καὶ ἀπὸ τῶν ῥοῶν καὶ ἀπότων σικύων.

τὸν τόπον ἐκεῖνον ἐπωνόμασαν Φάραγξ βότρυος, διὰ τὸν βότρυν ὃν ἔκοψαν ἐκεῖθεν οἱ υἱοὶ Ἰσραὴλ.

Καὶ ἀπέστρεψαν ἐκεῖθεν κατασκεψάμενοι τὴν γῆν μετὰ τεσσεράκοντα ἡμέρας.

καὶ πορευθέντες ἦλθον πρὸς Μωυσῆν κ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ εἰς τὴν ἔρημον Φαρᾶν καὶ ἀπεκρίθησαν αὐτοῖς ῥῆμα καὶ πάση συναγωγῇ, καὶ ἔδειξαν τὸν καρπὸν τῆς γῆς.

καὶ διηγήσαντο αὐτῷ καὶ εἶπαν Ἤλθαμεν εἰς τὴν γῆν ἣν ἀπέστειλας ἡμᾶς, γῆν ῥέουσαν γάλα καὶ μέλι, καὶ οὗτος ὁ καρπὸς αὐτῆς·

ἀλλ᾿ ἢ ὅτι θρασὺ τὸ ἔθνος τὸ κατοικοῦν ἐπ’ αὐτῆς, καὶ πόλεις ὀχυραὶ τετειχισμέναι καὶ μεγάλαι σφόδρα, καὶ τὴν γενεὰν Ἐνὰχ ἑωράκαμεν ἐκεῖ·

καὶ Ἀμαλὴκ κατοικεῖ ἐν τῇ γῇ τῇ πρὸς νότον, καὶ ὁ Χετταῖος καὶ ὁ Εὑαῖος καὶ ὁ Ἰεβουσαῖος καὶ ὁ Ἀμορραῖος κατοικεῖ ἐν τῇ ὀρεινῇ, καὶ ὁ Χαναναῖος κατοικεῖ [*](19 εἰ] η AF Ι ισχυροτερος] ἔρος] ἰσχυρὸς AF | η 2°] εἰ Α 20 η 2°] εἰ η 4°] εἰ AF | η 5°] εἰ F j ατειχισταις] ἀτειχίστοις Bab et η 4°] εἰ Α | ἔαρος BabA] ἀέρος Β* Fvid ερος) Ι πρόδομοι Α* προδρ. 22 κατεσκέψατο Α* ν superset A1) Ι Σιν AF Ι Ρααβ] Ροωβ Α Ροωθ F j Εφααθ] Αιμαθ Α ε.αθ F 23 Αχειμαν] Αχικαμ Α Αχιμαν F | Σεσσει] Σεμει Α Σεσει F | Θαλαμει F Ι Εναχ] Ενακ Α 24 ηλθοσαν AF | κλῆμα AF | ἦρον AF Ι σικύων] σύκων BabAF 26 ἐπέστρεψαν Α Ι τεσσαρακοντα Bb 27 συναγωγὴ] pr τῆ AF 28 ἤλθομεν AF | ἢν] pr εἰς AF 29 ἐπ’ ἀύτης] τὴν γῆν AF | πόλεις] pr αἰ AF1 Ι om καὶ 2° AF Εναχ] Αινακ Α Ενακ F 30 τῆ πρὸς νότον] om τῆ AF | ορινη AF)

284
[*](B) παρὰ θάλασσαν.

καὶ κατεσιώπησεν Χαλὲβ τὸν λαὸν πρὸς Μωυσῆν καὶ εἶπεν αὐτῷ Οὐχί, ἀλλὰ ἀναβάντες ἀναβησόμεθα καὶ κατακληρονομήσομεν αὐτήν, ὅτι δυνατοὶ δυνησόμεθα πρὸς αὐτούς.

καὶ οἱ ἄνθρωποι οἱ συναναβάντες μετ’ αὐτοῦ εἶπαν οὐκ ἀναβαίνομεν, ὅτι οὐ μὴ δυνώμεθα ἀναβῆναι πρὸς τὸ ἔθνος· ὃτι ἰσχυρότερόν ἐστιν ἡμῶν μᾶλλον.

καὶ ἐξήνεγκον ἔκστασιν ἐπὶ τῆς γῆς ἢν ντο αὐτὴν πρὸς τοὺς υἱοὺς Ἰσραὴλ λέγοντες τὴν γῆν ἢν τὰς ἐπ’ αὐτῆς ἐστίν. πᾶς ὁ λαὸς ὃν ἑωράκαμεν ἐν αὐτῇ ἄνδρες ὑπερμήκεις ἐκεῖ·

καὶ ἐκεῖ ἑωράκαμεν τοὺς γίγαντας, καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες· ἀλλὰ καὶ οὕτως ἦμεν ἐνώπιον αὐτῶν.