Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ μετὰ ταῦτα ἐξῆρεν ὁ λαὸς ἐξ Ἁσηρώθ, καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Φαράν.

Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

Ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ εἰς κατάσχεσιν· ἄνδρα ἕνα κατὰ φυλήν, κατὰ δήμους πατριῶν αὐτῶν ἀποστείλας αὐτούς, πάντα ἀρχηγὸν ἐξ αὐτῶν.

καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαρᾶν διὰ φωνῆς Τυρίου· πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ἰσραὴλ οὗτοι.

καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· τῆς φυλῆς Ῥουβήν, Σαμουὴλ υἱὸς Ζακχυρ.

τῆς φυλῆς Συμεών, Σαφὰτ υἱὸς Σουρεί·

τῆς φυλῆς Ἰούδα, χαλὲβ υἱὸς Ἰεφοννή.

τῆς φυλῆς Ἰσσαχάρ, Ἰλαὰλ υἱὸς Ἰωσήφ·

τῆς φυλῆς Ἐφράιμ, Αὑσὴ υἱὸς Ναυή·

τῆς φυλῆς Βενιαμείν· Φαλτεὶ υἱὸς Ῥαφού·

τῆς φυλῆς Ζαβουλών, Γουδιὴλ υἱὸς Σουδεί·

τῆς φυλῆς Ἰωσὴφ τῶν υἱῶν Μανασσή, Γαδδεὶ υἱὸς Σουσεί·

τῆς φυλῆς Δάν, Ἀμειὴλ υἱὸς Γᾶμαί·

τῆς φυλῆς Ἀσήρ, Σαθοὺρ υἱὸς Μειχαήλ·

τῆς φυλῆς Νεφθαλεί, Ναβεὶ υἱὸς Ἰαβεί.