Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἦν ὁ λαὸς γογγύζων πονηρὰ ἔναντι κυρίου. καὶ ἤκουσεν κύριος καὶ ἐθυμώθη ὀργῇ, καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ κυρίου καὶ κατέφαγεν μέρος τι τῆς παρεμβολῆς.

καὶ ἐκέκεραξεν ὁ λαὸς πρὸς Μωυσῆν· καὶ ηὔξατο Μωυσῆς πρὸς Τύριον, καὶ ἐκόπασεν τὸ πῦρ·

καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἐνπυρισμός, ὅτι ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου.

Καὶ ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς ἐπεθύμησεν ἑ ἐπιθυμίαν· καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ἰσραὴλ καὶ εἶπαν τίς ἡμᾶς ψωμιεῖ κρέας ;

ἐμνήσθημεν τοὺς ἰχθύας οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεάν, καὶ τοὺς σικύας καὶ τοὺς πέπονας καὶ τὰ πράσα καὶ τὰ κρόμμυα καὶ τὰ κρόμμυα καὶ τὰ σκόρδα·

νυνὶ δὲ ἡ Ψυχὴ ἡμῶν [*](AF)[*](25 Αμεισαδαι] Μισαδαι Α Ἀμισαδαι F 26 Ε 27 Νεφθαλι Α | Αχιρε F 29 Οβ. (Ωβ. Α) υιω] Ιω. . . . F* (+ βαβ νιω F1mg) | Μαδιανιτη BbF μαδιανιτι Α Ι τὼ γαμβρῶι om τιῶ Bab AF I εξαιρομεν] ρ sup ras Aa | omweu F 30 ἄλλα] ἀλλ’ Α ἀλλ’ η F 31 εγκαταλειπης AF 32 ὅσα ἔαν] ὅσα ἀν’ B-b α ἀν’ Α 33 τῆς διαθηκης] om τῆς AF 35 εξεγερθητι] εγερθητι Eah 34 om καὶ 2° BabAF XI 1 γογγυζων F 2 ο λᾶος sup ras Aa 3 om πυρ’ B*vid (hab BabAF) 4 ἐπεθύμησαν AF Ι om καὶ ° F j κρέα Bab AF 5 σικύους Bab Ι κρόμυα AF 6 νυνὶ Bb νυνει B*) A] νυν F)

279
κατάξηρος, οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν.

τὸ δὲ [*](B) μάννα ὡσεὶ σπέρμα κορίου ἐστίν, καὶ τὸ εἶδος αὐτοῦ εἶδος κρυστάλλου.

καὶ διεπορεύετο ὁ λαὸς καὶ συνέλεγον, καὶ ἤληθον αὐτὸ ἐν τῷ μύλῳ καὶ ἔτριβον ἐν τῆ θυίᾳ, καὶ ἥψουν αὐτὸ ἐν τῇ χύτρᾳ καὶ ἐποίουν αὐτὸ ἐνκρυφίας· καὶ ἦν ἡ ἡδονὴ αὐτοῦ ὡσεὶ γεῦμα ἐνκρὶς ἐξ ἐλαίου.

καὶ ὅταν κατέβη ἡ δρόσος ἐπὶ τὴν παρεμβολὴν νυκτός, κατέβαινεν τὸ μάννα ἐπ’ αὐτῆς.

καὶ ἤκουσεν Μωυσῆς κλαίοντων κατὰ δήμους αὐτῶν, ἕκαστον ἐπὶ τῆς θύρας αὐτοῦ· καὶ ἐθυὀργῇ μώθη ὀργῇ κύριος σφόδρα, καὶ ἔναντι Μωυσῆ ἦν πονηρόν.

καὶ εἶπεν Μωυσῆς πρὸς Τύριον Ἳνα τί ἐκάκωσας τὸν θεράποντά σου; καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σου, ἐπιθεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ’ ἑ μέ

μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν τοῦτον, ἢ ἐγὼ ἔτεκον αὐτούς, ὃτι λέγεις μοι Λάβε αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα, εἰς τὴν γῆν ἢν ὤμοσας τοῖς πατράσιν αὐτῶν ;

πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ ; ὃτι κλαίουσιν ἐπ’ ἐμοὶ λέγοντες Δὸς ἡμῖν κρέα ἵνα φάγωμεν.

οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν τὸν λαὸν τοῦτον, ὅτι βαρύτερόν μοί ἐστιν τὸ ῥῆμα τοῦτο.

εἰ δὲ οὕτως σὺ ποιεῖς μοι, ἀναιρέσει, εἰ εὕρηκα ἔλεος παρὰ σοί, ἵνα μὴ ἴδω μου τὴν κάκωσιν.

εἶπεν κύριος πρὸς Μωυσῆν Συνάγαγέ μοι ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραὴλ, οὓς αὐτός σοι εἶδες ὅτι οὗτοί εἰσιν πρεσβύτεροι τοῦ λαοῦ καὶ γραμματεῖς αὐτῶν. καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ στήσονται ἐκεῖ μετὰ σοῦ.