Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Οὖτος ὁ νόμος θυσίας σωτηρίου ἣν προσοίσουσιν Κυρίῳ.

ἐὰν μὲν περὶ αἰνέσεως προσφέρῃ αὐτήν, καὶ προσοίσει ἐπὶ τῆς θυσίας τῆς αἰνέσεως ἄρτους ἐκ σεμιδάλεως ἀναπεποιημένους ἐν [*](AF 27 ὃς ἔαν] ο ἀν’ F 28 εψεθη BAF (bis) | ἐν ἀυτῶ συντριβήσεται | om ἐν l ἀυτῶ B* vid (v αυτω | συν B ab mgg) Α | ἐκκλύσει] κλυσει F 29 κυρίου] τὼ F 30 ἔαν] ἀν’ AF [ τὼ αγιω] τόπω αγιω Α | κατακαυθήσεται] κατακαησεται | F 32 σφάξουσιν F* (σφας. F1 mg) | τὸ ὁλοκαύτωμα] τὰ ὁλοκαυτῶ μάτα F 33 ἐνδόσθια] ενδοσθιαια B ab vid 35 κάρπωμα] + ὀσμὴν εὐωδίας F 1 τὼ κυρίω] om τὼ F 36 ἔδονται] ἔδεται F 37 εσται] pr ἀυτῶ F 39 τὼ κλιβάνῳ] om τὼ F | πάσα 2ο] + θυσία F | om η Α 40 om αναπεποιημενη 2ο Α VII 2 μὲν] μέντοι Α)

199
ἐλαίῳ, λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ, καὶ σεμίδαλιν πεφυ- [*](B) ραμένην ἐν ἐλαίῳ·

ἐπ᾿ ἄρτοις ζυμίταις προσοίσει τὰ δῶρα αὐτοῦ ἐπὶ θυσίᾳ αἰνέσεως σωτηρίου.

καὶ προσάξει ἱν ἀπὸ πάντων τῶν δώρων αὐτοῦ ἀφαίρεμα κυρίῳ· τῷ ἱερεῖ τῷ π προσχέοντι τὸ αἷμα τοῦ σωτηρίου, αὐτῷ ἔσται·

καὶ τὰ κρέα θυσίας αἰνέσεως σωτηρίου, αὐτῷ ἔσται· καὶ ἐν ᾗ ἡμέρᾳ δωρεῖται, βρωθήσεται, οὐ καταλείψουσιν ἀπ’ αὐτοῦ εἰς τὸ πρωί.

κἄν εὐχὴν ἢ ἑκούσιον θυσιάζῃ τὸ δῶρον αὐτοῦ, ᾗ ἄν ἡμέρᾳ π ροσαγάγῃ τὴν θυσίαν αὐτοῦ, βρωθήσεται, καὶ τῇ αὔριον·

καὶ τὸ καταλειφθὲν ἀπὸ τῶν κρεῶν τῆς θυσίας ἕως ἡμέρας τρίτης ἐν πυρὶ κατακαυθήσεται.

ἐὰν δὲ φαγὼν φάγῃ ἀπὸ τῶν κρεῶν τῇ ἡμέρᾳ τῇ τρίτῃ, οὐ δεχθήσεται αὐτῷ τῷ προσφέροντι αὐτό, οὐ λογὶς θήσεται αὐτῷ, μίασμά ἐστιν· ἡ δὲ ψυχὴ ἥτις ἐὰν φάγῃ ἀπ’ αὐτοῦ τὴν ἁμαρτίαν λήμψεται.

καὶ κρέα ὅσα ἐὰν ἅψηται παντὸς ἀκαθάρτου, οὐ βρωθήσεται, ἐν πυρὶ κατακαυθήσεται· πᾶς καθαρὸς φάγεται κρέα.

ἡ δὲ ψυχὴ ἥτις ἐὰν φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου ὅ ἐστιν κυρίου, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ’ αὐτοῦ· ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.

καὶ ψυχὴ ἣ ἄν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ ἀπὸ ἀκαθαρσίας ἀνθρώπου ἢ τῶν τετραπόδων τῶν ἢ παντὸς βδελύγματος ἀκαθάρτου, καὶ φάγῃ ἀπὸ τῶν τῆς θυσίας τοῦ σωτηρίου ὅ ἐστιν Κυρίου, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.

καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

Λάλησον τοῖς υἱοῖς Ἰσραήλ Πᾶν’ στέαρ βοῶν καὶ προβάτων καὶ αἰγῶν οὐκ ἔδεσθε.

καὶ στέαρ θνησιμαίων καὶ θηριάλωτον ποιηθήσεται εἰς πᾶν ἔργον, καὶ εἰς βρῶσιν οὐ βρωθήσεται·

πᾶς ὁ ἔσθων στέαρ ἀπὸ τῶν κτηνῶν ὧν προσάξει αὐτῶν κάρπωμα κυρίου, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς.

πᾶν αἷμα οὐκ ἔδεσθε ἐν πάσῃ τῇ γῇ κατοικίᾳ ὑμῶν ἀπό [*](2 λάγανα] pr καὶ BabF 2 — 3 διακεχρισμενα...αινεσεως sup ras Aa AF BhAa (ζυμειτ. Β*)] αζυμιταις F | τὰ δῶρα BFlme] τὸ δῶρον A a F* | θυσια] θυσίαν Aa | σωτηριου] + αὐτοῦ F 4 προσάξει] + ἀπ’ αὐτοῦ F | om ἐν B*vid (hab Β a?) 6 κὰν] καὶ ἔαν AF | εὐχὴν B ab F] εὐχὴ B*A | προσαγάγῃ] προσάγῃ Bab θυσιάζῃ F | τὴν θυσίαν] τὸ δῶρον F 8 λογισθήσεται] λογίσεται Α 9 ὅσα ἔαν] ὃς (? οσ) ἀν’ B*vidA ὅσα ἀν’ F 10 ο] οὐ B* (ο B a vid) A | Κυριου] κυρίω F | ἐπ’ αὐτοῦ] ἐπ’ ἀυτῶ F 11 κυρίου] pr του F 13 Ισραηλ] + λέγων BabAF 14 θνησιμαιον Α | θηριάλωτον B* vid AF*] θηριαλώτων B a? F1 | ποιηθήσεται] pr οὐ AF1 mg | βρωθήσεται] φάγεται Α 15 ἐσθίων F | στέαρ] ’στ’ sup ras Aa? (κρ A*vid) | ἀυτῶν] pr ἀπ’ B ab pr ἐπ’ F | κυρίου] κυρίω AF | ἄπο 2o] ἐκ AF 16 om τῆ γῆ BabF om γῆ Α)

200
[*](B) τε τῶν πετεινῶν καὶ ἀπὸ τῶν κτηνῶν.

πᾶσα ψυχὴ ἢ ἄν φάγῃ αἶμα, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς.

καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις λέγων Ὁ προσφέρων θυσίαν σωτηρίου κυρίῳ οἴσει τὸ ν αὐτοῦ Τυρίῳ καὶ ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου·

αἱ αὐτοῦ π ροσοίσουσιν τὰ κὰρ πώ μάτα κυρίῳ· τὸ στέαρ τὸ ἐπὶ τοῦ στηθυνίου καὶ τὸν λοβὸν τοῦ ἥπατος, π ροσοίσει αὐτὰ ὥστε ἐπιθεῖναι δόμα ἔναντι Κυρίου.