Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ οἴσει περὶ ὦν ἐπλημμέλησεν κυρίῳ, περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτεν, θῆλυ ἀπὸ τῶν προβάτων, ἀμνάδα ἢ χίμαιραν ἐξ αἰγῶν περὶ ἁμαρτίας· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς [*](AF 30 τω δακτυλω] + αυτου F 32 εἰς ἁμαρτίαν] πέρι ἁμαρτίας F 33 χεῖρα] + αὐτοῦ F | κεφαλὴν αὐτοῦ] om αὐτοῦ BabAF | σφαξουσιν αὐτὸ] + πέρι ἁμαρτίας F 34 δακτύλω] + αὐτοῦ F | ὁλοκαυτώσεως 10 B*vid Α] ὁλοκαρπώσεως Ba (sup ras ρπ) F 35 ἐκ] ἄπο F V 1 η (bis)] εἰ Α | ωρακεν B | απαγγειλη] ἀπαίτει B b Ι λημψεται] pr καὶ F 2 η τῶν βδελ.] om η των F 3 γνῶ] ὥ F 4 χείλεσι Α | κάλως ποίησαι] καλοποιῆσαι F | ἔαν] ἀν’ F | om πρὸ ὀφθαλμῶν F j οὕτως F 5 εξαγορευση Α | ὢν] ἦς F 6 κυρίω] pr τὼ F | om ἦς 1ο B | ημαρτηκεν ἡμάρτηκεν F1 (om τὰς ἦς ἦμαρ F*))

195
ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτεν, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία.

ἐὰν δὲ [*](Β) μὴ ἰσχύσῃ ἡ χεὶρ αὐτοῦ τὸ ἱκανὸν εἰς τὸ πρόβατον, οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτεν, δύο τρυγόνας ἢ δύο νοσσοὺς περιστερῶν κυρίῳ, ἕνα περὶ ἁμαρτίας καὶ ἕνα εἰς ὁλοκαύτωμα.

καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα, καὶ προσάξει ὁ ἱερεὺς τὸ περὶ τῆς ἁμαρτίας πρότερον· καὶ ἀποκνίσει ὁ ἱερεὺς τὴν κεφαλὴν αὐτοῦ ἀπὸ τοῦ σφονδύλου καὶ οὐ διελεῖ,

καὶ ῥανεῖ ἀπὸ τοῦ αἵματος τοῦ περὶ τῆς ἁμαρτίας ἐπὶ τὸν τοῖχον τοῦ θυσιαστηρίου, τὸ δὲ κατάλοιπον τοῦ αἵματος καταστραγγιεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου· ἁμαρτίας γάρ ἐστιν·

καὶ τὸ δεύτερον ποιήσει ὁλοκαύτωμα ὡς καθήκει· καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτεν, καὶ ἀφεθήσεται αὐτῷ.

Ἐὰν δὲ μὴ εὑρίσκῃ αὐτοῦ ἡ χεὶρ ζεῦγος τρυγόνων ἢ δύο νοσσοῦς περιστερῶν, καὶ οἴσει τὸ δῶρον αὐτοῦ περὶ οὗ ἥμαρτεν τὸ δέκατον τοῦ οἰφὶ σεμιδάλεως περὶ ἁμαρτίας· οὐκ ἐπιχεεῖ ἐπ’ αὐτὸ ἔλαιον οὐδὲ ἐπιθήσει ἐπ’ αὐτὸ λίβανον, ἅτι περὶ ἁμαρτίας ἐστίν·

καὶ οἴσει αὐτὸ πρὸς τὸν ἴε ῥέα. καὶ δραξάμενος ὁ ἱερεὺς ἀπ’ αὐτῆς πλήρη τὴν δράκα, τὸ μνημόσυνον αὐτῆς ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων ;3 κυρίῳ· ἁμαρτία ἐστίν.

καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτεν ἐφ’ ἑνὸς τούτων, καὶ ἀφεθήσεται αὐτῷ. τὸ δὲ καταλειφθὲν ἔσται τῷ ἱερεῖ, ὡς ἡ θυσία τῆς σεμιδάλεως.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

ψυχὴ ἐὰν λάθῃ αὐτὸν λήθη καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων κυρίου, καὶ οἴσει τῆς πλημμελίας αὐτοῦ τῷ κυρίῳ κριὸν ἄμωμον ἐκ τῶν προβάτων τιμῆς ἀργυρίου σίκλων, τῷ σίκλῳ τῶν ἁγίων, περὶ οὗ ἐπλημμέλησεν.

καὶ ὃ ἥμαρτεν ἀπὸ τῶν ἁγίων ἀποτίσαι αὐτό, καὶ τὸ ἐπίπεμπτον προσθήσει ἐπ’ αὐτό, καὶ δώσει αὐτὸ τῷ ἱερεῖ· καὶ ὁ ἱερεὺς ἐξιλάσεται περὶ αὐτοῦ ἐν τῷ κριῷ τῆς πλημμελίας, καὶ ἀφεθήσεται αὐτῷ.

Καὶ ἡ ψυχὴ ἢ ἄν ἁμάρτῃ καὶ ποιήση μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου ὧν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω, καὶ πλημμελήσῃ καὶ λάβῃ τὴν ἁμαρτίαν,

καὶ οἴσει κριὸν ἄμωμον ἐκ τῶν προβάτων τιμῆς [*](6 om αὐτοῦ ἦς ἥμαρτεν F 7 ισχυση] ισχυι AF | εις το προβ.] om το AF AF | ωεοσσους AF | Κυριω] pr τὼ F 9 αμαρτιας 2ο] αμαρτια F 10 π[οιησεις Α | ολοκαυτωμα] ολοκαρπωμα Β a | εξιλασεται] + περι αυτου F | περι της αμαρτιας] om της Α 11 νεοσσους AF | σεμιδαλεως] σεμιδαλιν AF | ἔλαιον B b? c? AF] λίβανον B*a | οὐδὲ] οὐδ’ F 12 ἀπ’ ἀύτης ο ἱερεὺς Α | om πλήρη τὴν δράκα τὸ μνῆμ’. ἀύτης F | τῶν ολοκαυτ.] pr ἔπι F | αμαρτια] ἁμαρτίας (ς superscr) B? 13 αὐτοῦ 13 ἐστιν Α | ἐφ’ ἕνος] ἀφ’ ἕνος F 15 ἔαν B*A] η ἀν’ Bah F | τὼ σίκλῳ] του σίκλου Α | τῶν ἀγίων 2ο] τὼ αγιω F 16 om ο 1ο Α | ἀπότισαι B*A] ἀποτίσει BaF (αποτεισει) | om αὐτὸ 1ο F 17 η ψύχη η ἀν’] ψύχη ἔαν Α | τὴν ἁμαρτίαν] + αὐτοῦ F)

197
ἀργυρίου εἰς πλημμελίαν πρὸς τὸν ἱερέα· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἀγνοίας αὐτοῦ, ἧς ἠγνόησεν καὶ αὐτὸς οὐκ ᾔδει, καὶ ἀφεθήσεται αὐτῷ·

ἐπλημμέλησεν γὰρ πλημμέλησιν ἔναντι κυρίου.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Ψυχὴ ἐὰν ἁμάρτῃ καὶ παριδὼν παρίδῃ τὰς ἐντολὰς κυρίου καὶ ψεύσηται τὰ πρὸς τὸν πλησίον ἐν παραθήκῃ ἢ περὶ κοινωνίας ἢ περὶ ἁρπαγῆς ἢ ἠδίκησέν τι τὸν πλησίον

ἢ εὗρεν ἀπωvλίαν καὶ ψεύσηται περὶ αὐτῆς, καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων ὧν ἐὰν ποιήσῃ ὁ ἄνθρωπος ὥστε ἁμαρτεῖν ἐν τούτοις,

καὶ ἔσται ἡνίκα ἐὰν ἁμάρτῃ καὶ πλημμελήσῃ, καὶ ἀποδῷ τὸ ἅρπαγμα, ὃ ἥρπασεν, ἢ τὸ ἀδίκημα, ὃ ἠδίκησεν, ἢ τὴν παραθήκην, ἥτις παρετέθη αὐτῷ, ἢ τὴν ἀπωλίαν, ἣν εὗρεν,

ἀπὸ παντὸς πράγματος, οὗ ὤμοσεν περὶ αὐτοῦ ἀδίκως, καὶ ἀποτίσει αὐτὸ τὸ κεφάλαιον. καὶ τὸ πέμπτον προσθήσει ἐπ᾽ αὐτό· τίνος ἐστίν, αὐτῷ ἀποδώσει ᾗ ἡμέρᾳ ἐλεγχθῇ.

καὶ τῆς πλημμελίας αὐτοῦ οἴσει τῷ κυρίῳ κριὸν ἀπὸ τῶν προβάτων ἄμωμον τιμῆς εἰς ὃ ἐπλημμέλησεν αὐτῷ.