Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ὃ ἥμαρτεν ἀπὸ τῶν ἁγίων ἀποτίσαι αὐτό, καὶ τὸ ἐπίπεμπτον προσθήσει ἐπ’ αὐτό, καὶ δώσει αὐτὸ τῷ ἱερεῖ· καὶ ὁ ἱερεὺς ἐξιλάσεται περὶ αὐτοῦ ἐν τῷ κριῷ τῆς πλημμελίας, καὶ ἀφεθήσεται αὐτῷ.

Καὶ ἡ ψυχὴ ἢ ἄν ἁμάρτῃ καὶ ποιήση μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου ὧν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω, καὶ πλημμελήσῃ καὶ λάβῃ τὴν ἁμαρτίαν,

καὶ οἴσει κριὸν ἄμωμον ἐκ τῶν προβάτων τιμῆς [*](6 om αὐτοῦ ἦς ἥμαρτεν F 7 ισχυση] ισχυι AF | εις το προβ.] om το AF AF | ωεοσσους AF | Κυριω] pr τὼ F 9 αμαρτιας 2ο] αμαρτια F 10 π[οιησεις Α | ολοκαυτωμα] ολοκαρπωμα Β a | εξιλασεται] + περι αυτου F | περι της αμαρτιας] om της Α 11 νεοσσους AF | σεμιδαλεως] σεμιδαλιν AF | ἔλαιον B b? c? AF] λίβανον B*a | οὐδὲ] οὐδ’ F 12 ἀπ’ ἀύτης ο ἱερεὺς Α | om πλήρη τὴν δράκα τὸ μνῆμ’. ἀύτης F | τῶν ολοκαυτ.] pr ἔπι F | αμαρτια] ἁμαρτίας (ς superscr) B? 13 αὐτοῦ 13 ἐστιν Α | ἐφ’ ἕνος] ἀφ’ ἕνος F 15 ἔαν B*A] η ἀν’ Bah F | τὼ σίκλῳ] του σίκλου Α | τῶν ἀγίων 2ο] τὼ αγιω F 16 om ο 1ο Α | ἀπότισαι B*A] ἀποτίσει BaF (αποτεισει) | om αὐτὸ 1ο F 17 η ψύχη η ἀν’] ψύχη ἔαν Α | τὴν ἁμαρτίαν] + αὐτοῦ F)

197
ἀργυρίου εἰς πλημμελίαν πρὸς τὸν ἱερέα· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἀγνοίας αὐτοῦ, ἧς ἠγνόησεν καὶ αὐτὸς οὐκ ᾔδει, καὶ ἀφεθήσεται αὐτῷ·

ἐπλημμέλησεν γὰρ πλημμέλησιν ἔναντι κυρίου.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Ψυχὴ ἐὰν ἁμάρτῃ καὶ παριδὼν παρίδῃ τὰς ἐντολὰς κυρίου καὶ ψεύσηται τὰ πρὸς τὸν πλησίον ἐν παραθήκῃ ἢ περὶ κοινωνίας ἢ περὶ ἁρπαγῆς ἢ ἠδίκησέν τι τὸν πλησίον

ἢ εὗρεν ἀπωvλίαν καὶ ψεύσηται περὶ αὐτῆς, καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων ὧν ἐὰν ποιήσῃ ὁ ἄνθρωπος ὥστε ἁμαρτεῖν ἐν τούτοις,

καὶ ἔσται ἡνίκα ἐὰν ἁμάρτῃ καὶ πλημμελήσῃ, καὶ ἀποδῷ τὸ ἅρπαγμα, ὃ ἥρπασεν, ἢ τὸ ἀδίκημα, ὃ ἠδίκησεν, ἢ τὴν παραθήκην, ἥτις παρετέθη αὐτῷ, ἢ τὴν ἀπωλίαν, ἣν εὗρεν,

ἀπὸ παντὸς πράγματος, οὗ ὤμοσεν περὶ αὐτοῦ ἀδίκως, καὶ ἀποτίσει αὐτὸ τὸ κεφάλαιον. καὶ τὸ πέμπτον προσθήσει ἐπ᾽ αὐτό· τίνος ἐστίν, αὐτῷ ἀποδώσει ᾗ ἡμέρᾳ ἐλεγχθῇ.

καὶ τῆς πλημμελίας αὐτοῦ οἴσει τῷ κυρίῳ κριὸν ἀπὸ τῶν προβάτων ἄμωμον τιμῆς εἰς ὃ ἐπλημμέλησεν αὐτῷ.

καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου, καὶ ἀφεθήσεται αὐτῷ περὶ ἑνὸς ἀπὸ πάντων ὧν ἐποίησεν καὶ ἐπλημμέλησεν αὐτῷ.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Ἔντειλαι Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων Οὗτος ὁ νόμος τῆς ὁλοκαυτώσεως· αὐτὴ ἡ ὁλοκαύτωσις ἐπὶ τῆς καύσεως αὐτῆς ἐπὶ τοῦ θυσιαστηρίου ὅλην τὴν νύκτα ἕως τὸ πρωί, καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπ᾽ αὐτοῦ, οὐ σβεσθήσεται.

καὶ ἐνδύσεται ὁ ἱερεὺς χιτῶνα λινοῦν, καὶ περισκελὲς λινοῦν ἐνδύσεται περὶ τὸ σῶμα αὐτοῦ, καὶ ἀφελεῖ τὴν κατακάρπωσιν, ἣν ἂν καταναλώσῃ τὸ πῦρ τὴν ὁλοκαύτωσιν ἀπὸ τοῦ θυσιαστηρίου, καὶ παραθήσει αὐτὸ ἐχόμενον τοῦ θυσιαστηρίου.

καὶ ἐκδύσεται τὴν στολὴν αὐτοῦ καὶ ἐνδύσεται στολὴν ἄλλην, καὶ ἐξοίσει τὴν κατακάρπωσιν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν.