Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐπιθήσουσιν οἱ πρεσβύτεροι τῆς συναγωγῆς τὰς χεἰρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι κυρίου, καὶ σφάξουσιν τὸν μόσχον ἔναντι Κυρίου·

καὶ εἰσοίσει ὁ ἱερεὺς ὁ χριστὸς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ [*](AF 4 τὴν θύραν] τὰς θύρας F 5 εισοισει] οἴσει Α | ἔπι] εἰς 6 ἑπτάκις] + τὼ δακτύλω F 7 ἐνάντιον] ἔναντι AF | τῶν τῆς ὁλοκαυτώσεως F 8 πὰν τὸ στέαρ 1ο] τὸ πὰν στέαρ Α 9 ο εστιν ἔπι] τὸ ἔπι Α 10 ἀφαιρεῖτε Ba (αφερ. B*)] ἀφελεῖται Α αφαιρειται F | om αὐτὸ AF | διανοισει] καὶ ἀνοίσει F 13 Ισραηλ] pr τῶν ὑιῶν F j om ἀκουσίως F | πασῶν] πάντων Α | πλημμελήσωσι Β F 14 πέρι ἁμαρτίας F* πέρι τῆς ἁμ. F1 (mg) ) 15 om κα ἔναντι κυρίου B* (hab B ab mg inf AF))

193
μαρτυρίου·

καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον ἀπὸ τοῦ αἵματος [*](B) τοῦ μόσχου, καὶ ῥανεῖ ἑπτάκις ἔναντι Κυρίου κατενώπιον τοῦ κατα- πετάσματος τοῦ ἁγίου·

καὶ ἀπὸ τοῦ αἵματος ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων τῆς συνθέσεως, ὅ ἐστιν ἐνώπιον Κυρίου, ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ τὸ πᾶν αἷμα ἐκχεεῖ πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν καρπώσεων τῶν πρὸς τῇ θύρᾳ τῆς σκηνῆς τοῦ μαρτυρίου.

καὶ τὸ πᾶν στέαρ περιελεῖ ἀπ’ αὐτοῦ καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον·

καὶ ποιήσει τὸν μόσχον ὃν τρόπον ἐποίησεν τὸν μόσχον τὸν τῆς ἁμαρτίας, οὕτως ποιηθήσεται · καὶ ἐξιλάσεται περὶ αὐτῶν ὁ ἱερεύς, καὶ ἀφεθήσεται αὐτοῖς ἡ ἁμαρτία.

καὶ ἐξοίσουσιν τὸν μόσχον ἔξω τῆς καὶ κατακαύσουσιν τὸν μόσχον ὃν τρόπον κατέκαυσαν τὸν τὸν πρότερον· ἁμαρτία συναγωγῆς ἐστίν.

Ἐὰν δὲ ὁ ἀμάρῃ καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου τοῦ θεοῦ αὐτῶν ἣ οὐ ποιηθήσεται, ἀκουσίως, καὶ ἁμάρτῃ καὶ πλημμελήσῃ,

καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ προσοίσει τὸ δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν, ἄρσεν ἄμωμον.

καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου, καὶ σφάξουσιν αὐτὸν ἐν τόπῳ οὗ σφάζουσιν τὰ ὁλοκαυτώματα ἐνώπιον Κυρίου · ἁμαρτία ἐστίν.

καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, καὶ τὸ πᾶν αἷμα αὐτοῦ ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων.

καὶ τὸ πᾶν στέαρ αὐτοῦ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον, ὥπερ τὸ στέαρ θυσίας σωτηρίου· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἀφεθήσεται αὐτῷ.

ἐὰν δὲ ψυχὴ μία ἁμάρτη ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου ἣ οὐ ποιηθήσεται, καὶ λήσῃ,

καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ χίμαιραν ἐξ αἰγῶν • θήλειαν ἄμωμον οἴσει περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτεν.

καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ ἁμαρτήματος αὐτοῦ, καὶ σφάξουσιν τὴν χίμαιραν τὴν τῆς ἁμαρτίας ἐν τόπῳ οὗ σφάζουσιν τὰ ὁλοκαυτώματα.

καὶ λἠμψεται ὁ ἱερεὺς [*](17 ἐνώπιον Α 18 ἔπι τὰ] ἔπτα F* ἔπι τὰ F1) | τῶν πρὸς τῆ θ.] om AF τῶν F | τὴν θύραν Α 19 om ἀπ’ Ba 20 ποιηθήσεται BAaF] ποιήσεται A* 21 ’τον μόσχον] + ὀλὸν BaF 22 αυτων] αὐτοῦ F | om καὶ ἁμάρτη F 23 ἥμαρτεν] ἡμάρτησεν Α | αμωμον] + πέρι ἁμαρτίας F a mg 24 χεῖρα] + αὐτοῦ F 25 τῶν ολοκ. 2o] ν ο sup ras Aa 26 θυσιας] θυσία B* (ς superscr Bab) 27 πασων] πάντων Α 28 οἴσει 1π] + τὸ δῶρον αὐτοῦ F a mg 29 τὴν χειρα] + αὐτοῦ F | τὴν τῆς ἁμ.] om τὴν F | ou] ω Α)

194
[*](B) ἀπὸ τοῦ αἵματος αὐτῆς τῷ δακτύλῳ καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, καὶ πᾶν τὸ αἷμα αὐτῆς ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου.

καὶ πᾶν τὸ στέαρ περιελεῖ ὅν τρόπον περιαιρεῖται στέαρ ἀπὸ θυσίας σωτηρίου, καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας κυρίῳ· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεύς, καὶ ἀφεθήσεται αὐτῷ.

Ἐὰν δὲ πρόβατον προσενέγκῃ τὸ δῶρον αὐτοῦ εἰς ἁμαρτίαν, θῆλυ ἄμωμον προσοίσει αὐτό.

καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν αὐτοῦ τοῦ τῆς ἁμαρτίας, κα σφάξουσιν αὐτὸ ἐν τόπῳ οὗ σφάζουσιν τὰ ὁλοκαυτώματα.

καὶ λαβὼν ὁ ἱερεὺς ἀπὸ τοῦ αἴματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως, καὶ πᾶν αὐτοῦ τὸ αἷμα ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως.