Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐὰν δὲ μὴ λυτρωθῇ ἕως ἂν πληρωθῇ αὐτῆς ἐνιαυτὸς ὅλος, ἡ οἰκία ἡ οὖσα ἐν πόλει τῇ ἐχούσῃ τεῖχος βεβαίως τῷ αὐτὴν εἰς τὰς γενεὰς αὐτοῦ, καὶ οὐκ ἐξελεύσεται ἐν τῆ ἀφέσει.

αἱ δὲ οἰκίαι αἱ ἐν ἐπαύλεσιν, αἷς οὐκ ἐστιν ἐν αὐταῖς τεῖχος κύκλῳ, πρὸς τὸν ἀγρὸν τῆς γῆς λογισθήτωσαν· λυτρωταὶ διὰ παντὸς ἔσονται, καὶ ἐν τῇ ἀφέσει ἐξελεύσονται.

καὶ αἱ πόλεις τῶν Λευειτῶν, οἰκίαι τῶν πόλεων αὐτῶν κατασχέσεως, λυτρωταὶ διὰ παντὸς ἔσονται τοῖς Λευείταις·

καὶ ὃς ἂν λυτρωσάμενος παρὰ τῶν Λευειτῶν, καὶ ἐξελεύσεται ἡ διάπρασις αὐτῶν οἰκιῶν πόλεως κατασχέσεως αὐτῶν ἐν τῇ ἀφέσει, ὅτι οἰκίαι τῶν πόλεων τῶν Λευειτῶν κατάσχεσις αὐτῶν ἐν μέσῳ υἱῶν Ἰσραήλ.

καὶ οἱ ἀγροὶ ἀφωρισμένοι ταῖς πόλεσιν αὐτῶν οὐ πραθήσονται, ὅτι κατάσχεσις αἰωνία τοῦτο ἀυτῶν ἐστιν.

Ἐὰν δὲ πένηται ὁ ἀδελφός σου καὶ ἀδυνατήσει ταῖς παρὰ σοῦ, ἀντιλήμψῃ αὐτοῦ ὡς προσηλύτου καὶ παροίκου, καὶ ὁ ἀδελφός σου μετὰ σοῦ.