Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων

Λάλησον τοῖς υἱοῖς καὶ ἐρεῖς πρὸς αὐτούς Αἱ ἑορταὶ Κυρίου ἃς καλέσετε αὐτὰς κλητὰς ἁγίας, αὗταί εἰσιν ἑορταί μου.

Ἓξ ἡμέρας ποιήσεις ἔργα, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα ἀνάπαυσις κλητὴ ἁγία τῷ κυρίῳ· πᾶν ἔργον οὐ ποιήσεις, σάββατά ἐστιν τῷ κυρίῳ ὑμῶν ἐν πάσῃ κατοικία ὑμῶν.

Αὗται αἱ ἑορταὶ τῷ κυρίῳ, καὶ αὗται, ἁγίας καλέσατε αὐτὰς ἐν τοῖς καιροῖς αὐτῶν.

ἐν τῷ πρώτῳ μηνὶ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἀνὰ μέσον τῶν ἑσπερινῶν πάσχα τῷ κυρίῳ.

καὶ [*](AF 22 ταύτα] ἀυτὰ AF 23 ποιησεις] αποθησεις Α | om ’δε Α | οὐ προσδεχθησεται B* A a?] δεχθησεται B a οὐ δεχθήσεται B b (vid) F 24 εκτομιαν] ἐκτομίδα Α | προσαξετε προσάξετε AF 25 φθαρτὰ] φθάρματα B ab F | om μῶμος ἐν αὐτοῖς Α | ὕμιν] + ταύτα B a pr ταύτα B b vid AF 27 μητερα] + αὐτοῦ F | κυρίω] pr τὼ F 28 η] καὶ B ab F | καὶ 2°] η Α | τὰ τὸ παίδιον F | σφάξεις] σφάξετε F 29 χαρμοσυνης] χ SUP ras A1 | Κυριω] pr τὼ F 30 om ἀυτὴ F | απολειψεται F 31 ποιήσατε F* ποιήσετε F1 mg) | αυτας] + ἐγὼ κυριος F 32 ου] + μη F XXIII 2 εορται 2°] pr αἰ B ab mg F 3 κλητη] κτητὴ F* λ superscr F1 vid) | ποιησεις ποιήσετε F | om ὑμῶν 1° B ab? F 4 καὶ αυται] κλῆται F | ἁγίας] ἅγιαι B ab F | καλέσετε F 5 τεσσαρισκαδ. B b)

237
ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτὴ τῶν ἀζύμων τῷ [*](B) κυρίῳ· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε.

καὶ ἡ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε·

καὶ προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ ἑπτὰ ἡμέρας, καὶ ἡ ἑβδόμη ἡμέρα κλητὴ ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Εἰπὸν τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς ὅταν εἰσέλθητε εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι ὑμῖν καὶ θερίζητε τὸν θερισμὸν αὐτῆς, καὶ οἴσετε δράγμα ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν πρὸς τὸν ἱερέα·

καὶ ἀνοίσει τὸ δράγμα ἔναντι κυρίου δεκτὸν ὑμῖν, τῇ ἐπαύριον τῆς πρώτης ἀνοίσει αὐτὸ ὁ ἱερεύς.

καὶ ποιήσετε ἐν τῇ ἡμέρᾳ ἐν ᾗ ἂν φέρητε τὸ δράγμα πρόβατον ἄμωμον ἐνιαύσιον εἰς ὁλοκαύτωμα τῷ κυρίῳ,

καὶ τὴν θυσίαν αὐτοῦ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ· θυσία τῷ κυρίῳ, ὀσμὴ εὐωδίας κυρίῳ· καὶ σπονδὴ αὐτοῦ τὸ τέταρτον τοῦ ἳν οἴνου.

καὶ ἄρτον καὶ πεφρυγμένα χίδρα νέα οὐ φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τῷ θεῶ ὑμῶν· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάση κατοικίᾳ ὑμῶν.

Καὶ ἀριθμήσετε ὑμεῖς ἀπὸ τῆς ἐπαύριον τῶν σαββάτων, ἀπὸ τῆς ἡμέρας ἧς ἂν προσενέγκητε τὸ δράγμα τοῦ ἐπιθέματος, ἑπτὰ ἑβδομάδας ὁλοκλήρους·

ἕως τῆς ἐπαύριον τῆς ἐσχάτης ἑβδομάδος ἀριθμήσετε πεντήκοντα ἡμέρας, καὶ προσοίσετε θυσίαν νέαν τῷ κυρίῳ.

ἀπὸ τῆς κατοικίας ὑμῶν προσοίσετε ἄρτους ἐπίθεμα, δύο ἄρτους· ἐκ δύο δεκάτων σεμιδάλεως ἔσονται, ἐζυμωμένοι πεφθήσονται πρωτογενημάτων τῷ κυρίῳ.

καὶ προσάξει μετὰ τῶν ἄρτων ἑπτὰ ἀμνοὺς ἀμώμους ἐνιαυσίους καὶ μόσχον ἕνα ἐκ βουκολίου καὶ κριοὺς δύο ἀμώμους· ἔσονται ὁλοκαύτωμα τῷ κυρίῳ, καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν· θυσίαν ὀσμὴν εὐωδίας τῷ κυρίῳ.

καὶ ποιήσουσιν χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας καὶ δύο [*](8 ὁλοκαυτώματα F | η ἠμ’. η εβδ. F 10 om καὶ 3° F | ὀίσεται Α | τὰ δράγματα Α 11 αὐτὸ B ab F] ἀυτὰ Λ 12 ἐν η] F | ἀν’] ἔαν Α | ἄμωμον] ἄμμον A* ω superscr A1) 13 δέκατα] αναπεποιημενης] αναπεποιημενας F | τω κυριω] om τὼ F | ὀσμὴ] εις F | Κυριω] pr τὼ Α | σπονδὴ] σπονδὴν B ab F | αυτου 2°] ἀυτῶ Α | ειν 14 του θῦ’ Α | εἰς τὰς γεν. υμ. νομ. ἀίων. A 15 ἀριθμήσεται Α | ὑμεῖς] ὕμιν F | ἑβδομάδες Α | ὁλοκλήρους] + ἀριθμήσεις F 16 ἑβδομάδος F] εβδομαδης B* ἑβδόμης B ab A | ἀριθμήσεται Α 17 ἄρτους °] αὐτοὺς F | ἔσονται] ἔσται ο ἄρτος ο εἰς F 18 προσαξει] προσάξετε B a? b? F | βουκολίου] βουκολίων Α | ἔσονται] pr καὶ F | θυσίαν ὀσμὴν] θυσία ὀσμὴ F 19 ποιήσουσιν] ποιήσετε F)

238
[*](B) ἀμνοὺς ἐνιαυσίους εἰς θυσίαν σωτηρίου μετὰ τῶν ἄρτων τοῦ πρωτογενήματος·

καὶ ἐπιθήσει αὐτὰ ὁ ἱερεὺς μετὰ τῶν ἄρτων τοῦ πρωτογενήματος ἐπίθεμα ἔναντι κυρίου μετὰ τῶν δύο ἀμνῶν· ἅγια ἔσονται τῷ κυρίῳ· τῷ ἱερεῖ τῷ προσφέροντι αὐτά, αὐτῶ ὦσται.