Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων Εἰπὸν τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ἀαρὼν καὶ ἐρεῖς πρὸς αὐτούς Ἐν ταῖς ψυχαῖς οὐ μιανθήσονται ἐν τῷ ἔθνει αὐτῶν,

ἀλλ᾿ ἢ ἐν τῷ οἰκείῳ τῷ ἔγγιστα ἐπὶ πατρὶ καὶ μητρί, καὶ υἱοῖς καὶ θυγατράσιν, ἐπ’ ἀδελφῷ [*](AF 18 του γένους B* vid A] τῆς γενεὰς B ab ης, εας sup ras) F 19 απεκαλυψεν] απεκαλυψας Α 20 συγγενους 2°] συγγενειας B a ? b A γενο . . | ας F 21 ὃς ἀν’ λάβη] pr λᾶι ἀνὴρ F | ἀκαθαρσία] καθὰ sup ras B ab | om αὐτοῦ 2° B ab AF | ἀδελφοῦ 2°] pr του B ab AF 22 φυλάξεσθε τὰ κριματα] pr πάντα F | κα ποιήσετε] ποιεῖν Α | ὕμιν] ὑμὰς Α 23 πορευσεσθε F | οὑς] + ἐγὼ F | ἐξαποστελῶ Α 24 κληρονομήσετε AF | γῆν ῥέουσαν] γῆ ἥτις ἐστιν ῥέουσα F 25 αὐτοὺς] ἑαυτοὺς F | ἀκαθάρτων °] μὴ καθαρῶν F | om ἄνα μέσον 3° Α | καθαρῶν καὶ τῶν ακαθαρτων] ακαθ. καὶ καθ’. Α | κτήνεσι F | πάσι F | om α Α 26 ἄγιος] + εἰμι B ab AF | εμοι] ἐμοῦ F 27 αυτων] ἀυτῶ F | λιθοβολήσετε F XXI 1 τοι, υἱοῖς] om τοῖς F | μιανθήσονται] μιανθήσεσθε Α 2 μητρὶ] pr ἔπι Α | υιοις] pr ἔπι AF | θυγατράσιν] pr ἔπι Α)

233

καὶ ἀδελφῇ παρθένῳ τῇ ἐγγιζούσῃ αὐτῷ τῇ μὴ ἐκδεδομένῃ ἀνδρί, [*](B) ἐπὶ τούτοις μιανθήσεται.

οὐ μιανθήσεται ἐξάπινα ἐν τῷ λαὼ αὐτοῦ εἰς βεβήλωσιν αὐτοῦ.

καὶ φαλάκρωμα οὐ ξυρηθήσεσθε τὴν κεφαλὴν ἐπὶ νεκρῷ, καὶ τὴν ἄψιν τοῦ πώγωνος οὐ ξυρήσονται, καὶ ἐπὶ τὰς σάρκας αὐτῶν οὐ κατατεμοῦσιν ἐντομίδας.

ἅγιοι ἔσονται τῷ θεῷ τὸ ὄνομα τοῦ θεοῦ αὐτῶν· τὰς γὰρ θυσίας κυρίου δῶρα τοῦ θεοῦ αὐτῶν αὐτοὶ προσφέρουσιν, καὶ ἔσονται ἅγιοι.

γυναῖκα πόρνην καὶ βεβηλωμένην οὐ λήμψονται, καὶ γυναῖκα ἐκβεβλημένην ἀπὸ ἀνδρὸς αὐτῆς. ἅγιός ἐστιν τῷ κυρίῳ θεῷ αὐτοῦ, καὶ ἁγιάσει αὐτόν·