Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐν δὲ τῷ ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπόν, πρόσθεμα ὑμῖν τὰ γενήματα αὐτοῦ· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.

Μὴ ἔσθετε ἐπὶ τῶν ὀρέων, καὶ οὐκ οἰωνιεῖσθε οὐδὲ ὀρνιθοσκοπήσεσθε.

οὐ ποιήσετε σισόην ἐκ τῆς κόμης τῆς κεφαλῆς ὑμῶν, οὐδὲ φθερεῖτε τὴν [*](13 μισθωτου] μισθίου Α 14 προσθήσεις] προθήσεις Α | εγω] γαρ F AF 15 οὐδὲ] οὐ Α | θαυμάσῃς F 16 επιστηση] επισυστηση F | ἐφ’ αιμα] ἐφ’ αἵματι AF 18 μηνιοις A* (impr ο A?) | Κυριος] + ο θεὸς ὑμῶν F 19 φυλάξασθε AF* φυλάξεσθε F1 mg) | ὑφασμένων F* ο superset F1vid) 20 λελύτρωται] λυτρώσεται F* λελυτρ. F1) | απελευθερωθη F 22 om και 1° B* vid | σεται πέρι αὐτοῦ ο ἱερεὺς ἐν τὼ κρείω τῆς πλημμελιας B1?a? | ἁμαρτίας] + αὐτοῦ F 23 ο θεὸς] + ὑμῶν BabAF | καταφυτεύσητε AF | om ο καρπὸς αὐτοῦ Α | ἀπερικάθαρτον Α 24 αἴνετος] ἄνετος F* αιν. F1) 25 καρπον] + αὐτοῦ F 26 οιωνισθε Α οιωνεισθε F | ορνι- Α 27 σισοιν F)

230
[*](B) ὄψιν τοῦ πώγωνος ὑμῶν.

καὶ ἐντομίδας ἐπὶ ψυχῇ οὐ ποιήσετε ἐν τῷ σώματι ὑμῶν, καὶ γράμματα στικτὰ οὐ ποιήσετε ἐν ὑμῖν· ἐγώ εἰμι Κύριος ὁ θεὸς ὑμῶν.

οὐ βεβηλώσεις τὴν θυγαατέρα σου ἐκπορνεῦσαι αὐτήν· καὶ οὐκ ἐκπορνεύσει ἡ γῆ, καὶ ἡ γῆ πλησθήσεται ἀνομίας.

τὰ σάββατά μου φυλάξεσθε, καὶ ἀπὸ τῶν ἁγίων μου θοις, καὶ τοῖς ἐπαοιδοῖς οὐ προσκολληθήσεσθε ἐκμιανθῆναι ἐν αὐτοῖς·

οὐκ ἐπακολουθήσετε ἐνγαστριμύθοις καὶ τοῖς ἐπαοιδοῖς οὐ προσκολλησήσεσθε ἐκμιανῆναι ἐν αὐτοῖς· ἐγώ εἰμι Κύριος ὁ θεὸς ὑμῶν.

ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ, καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου· καὶ φοβηθήσῃ τὸν θεόν σου· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.

ἐὰν δέ τις προσέλθῃ προσήλυτος ὑμῖν ἐν τῇ γῇ ὑμῶν, οὐ θλίψετε αὐτόν·

ὡς ὁ αὐτόχθων ἐν ὑμῖν ἔσται ὁ προσήλυτος ὁ προσπορευόμενος πρὸς ὑμᾶς, καὶ ἀγαπήσεις αὐτὸν ὡς σεαυτόν· ὅτι προσήλυτοι ἐγενήθητε ἐν γῇ Αἰγύπτῳ· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.

οὐ ποιήσετε ποιήσετε ἄδικον ἐν κρίσει, ἐν μέτροις καὶ ἐν σταθμίοις καὶ ἐν ζυγοῖς·

ζυγὰ δίκαια καὶ στάθμια δίκαια καὶ χοῦς δίκαιος ἔσται ὑμῖν· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου.

καὶ φυλάξεσθε πάντα τὸν νόμον μου καὶ πάντα τὰ προστάγματά μου, καὶ ποιήσετε αὐτά· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις Ἐάν τις ἀπὸ τῶν υἱῶν Ἰσραὴλ ἢ ἀπὸ τῶν γεγενημένων προσηλύτων ἐν Ἰσραὴλ ὃς ἂν δῷ τοῦ σπέρματος αὐτοῦ ἄρχοντι, θανάτῳ θανατούσθω· τὸ ἔθνος τὸ ἐπὶ τῆς γῆς λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις.

καὶ ἐγὼ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον καὶ ἀπολῶ αὐτὸν ἐκ τοῦ λαοῦ αὐτοῦ, ὅτι τοῦ σπέρματος αὐτοῦ ἔδωκεν ἄρχοντι, ἵνα μιάνῃ τὰ ἅγιά μου καὶ βεβηλώσῃ τὸ ὄνομα τῶν ἡγιασμένων μοι.

ἐὰν δὲ ὑπερόψει ὑπερίδωσιν οἱ αὐτόχθονες τῆς γῆς τοῖς ὀφθαλμοῖς αὐτῶν ἀπὸ τοῦ ἀνθρώπου ἐκείνου, ἐν τῷ δοῦναι αὐτὸν τοῦ σπέρματος αὐτοῦ ἄρχοντι, τοῦ μὴ ἀποκτεῖναι αὐτόν·

κ.οὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον καὶ τὴν συγγενίαν [*](AF 28 ἐντομίδας] εντομιδας] B b vid | ἔπι ψύχη] ἔπι φυχης A om F ποιήσεται F (bis) | om εἰμι Α 29 om καὶ 1° F ἐμπλησθήσεται Α | ἀνομίας] ἀδικίας F* ανομ. F1 mg) 30 om ἄπο τῶν F* (hab F1 (mg) ) | φοβηθήσεσθε] pr μὴ B* (om B ab) 31 επακολουθησεται JB επακολουθησεσθε Α ἐπακολουθήσητε F 32 ’τον θέον σου] pr κύριον F 34 om ο 1° Α 36 om καὶ στάθμια δίκαια F* (hab κ. μέτρα στάθμια δίκαια καὶ υφι δίκαιον F1 mg) 37 φυλάξεσθε] φυλάξασθε Α φυλάξετε F XX 2 om ἄπο 2° AF | γεγενημένων] προσγεγεννημενων προσγεγενημένων F | Ισραηλ °] pr τὼ Α | του σπ.] pr απο Α 3 μοι] μου F 4 του μη αποκτ.] om του Α)

231
αὐτοῦ, καὶ ἀπολῶ αὐτὸν καὶ πάντας τοὺς ὁμονοοῦντας αὐτῶ, ὥστε [*](B) ἐκπορνεύειν αὐτὸν εἰς τοὺς ἄρχοντας, ἐκ τοῦ λαοῦ αὐτῶν.

καὶ ψυχὴ ἢ ἐὰν ἐπακολουθήσῃ ἐνγαστριμύθοις ἢ ἐπαοιδοῖς ὥστε ἐκπορνεῦσαι ὀπίσω αὐτῶν, ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τήν ψυχὴν ἐκείνην καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς.

καὶ ἔσεσθε ἅγιοι, ὅτι ἅγιος ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν·