Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἀσχημοσύνην θυγατρὸς γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις· [*](AF 14 τοῖς υἱοῖς] + υἱοῖς F Ι πάσης °] πᾶς F* πάσης F1) + ἔσται Ba?b 16 ἱμάτια] + αὐτοῦ F Ι σῶμα] + αὐτοῦ F | αὐτοῦ] ἑαυτοῦ F XVIII 3 κατοικήσατε] κατῳκήσατε Α παρῳκήσατε F Ι ἐπ’ ἀυτὴ] ἐπ’ ἀύτης BabAF ποιηθησεται] ποιησεται Bab ποιησετε AF | τοῖς v.] pr ev A 4 μου °] μοι F* μου F1vid) | ποιήσατε F | φυλάξασθε F | πορεύεσθε Α κα πόρευ’· ἔσθε F 5 φυλάξεσθε] φυλάξασθαι Α φυλάξασθε F Ι ποιήσατε F | ποιησας] + ἀυτὰ F 6 οἰκεία] οἰκία B οἰκίας F | ασχημοσυνην] + αὐτοῦ F Ι om ἐγὼ F 7 πατρὸς] pr του F Ι μητρος] pr τῆς F | om μήτηρ γὰρ σου ἐστιν καὶ οὐκ ἀποκαλύψεις F Ι τὴν ασχ.] om τὴν Bavid (hab B*b) F Ι αυτης] ἀυτῶν F 9 μητρὸς σου] pr ἐκ BabAF | ἐνδογενοῦς] ἔνδον γενο.. | F | γεγενν. η B* A] η γεγενν. Ba?F η γεγενν. η Bb | ασχημοσυνην 2°] pr τὴν F 10 σου Α | om σὴ Β* Α (hab BabF) 11 γυναικος π sup ras Bab)

227
ὁμοπατρία ἀδελφή σού ἐστιν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην [*](B) αὐτῆς.

ἀσχημοσύνην ἀδελφῆς πατρός σου οὐκ ἀποκαλύψεις· οἰκεία γὰρ πατρός σού ἐστιν.

ἀσχημοσύνην ἀδελφῆς μητρός σου οὐκ ἀποκαλύψεις· οἰκεία γὰρ μητρός σού ἐστιν.

ἀσχημοσύνην ἀδελφοῦ τοῦ πατρός σου οὐκ ἀποκαλύψεις, καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ οὐκ εἰσελεύσῃ·

συγγενὴς γάρ σού ἐστιν. ἀσχημοσύνην νύμφης σου οὐκ ἀποκαλύψεις· γυνὴ γὰρ υἱοῦ σού ἐστιν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς.

ἀσχημοσύνην γυναικὸς σου οὐκ ἀποκαλύψεις· ἀσχημοσύνη ἀδελφοῦ σού ἐστιν.

ἀσχημοσύνην γυναικὸς καὶ θυγατρὸς αὐτῆς οὐκ θυγατρὸς αὐτῆς οὐκ ἀποκαλύψεις· τὴν θυγατέρα τοῦ υἱοῦ αὐτῆς καὶ τὴν θυγατέρα τῆς θυγατρὸς αὐτῆς οὐ λήμψῃ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῶν· οἰκεῖαι γάρ σού εἰσιν, ἀσέβημά ἐστιν.

γυναῖκα ἐπὶ ἀδελφῇ αὐτῆς οὐ λήμψῃ ἀντίζηλον, ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς ἐπ’ αὐτῇ, ἔτι ζώσης αὐτῆς.

καὶ πρὸς γυναῖκα ἐν χωρισμῷ ἀκαθαρσίας αὐτῆς οὐ προσελεύσῃ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς.

καὶ πρὸς τὴν γυναῖκα τοῦ πλησίον σου οὐ δώσεις κοίτην σπέρματός σου, ἐκμιανθῆναι πρὸς αὐτήν.