Leviticus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν μετὰ τὸ τελευτῆσαι τοὺς δύο υἱοὺς Ἀαρὼν ἐν τῷ προσάγειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι Κυρίου, [*](22 οὐ ἔαν] ἐφ’ οὐ ἀν’ F Ι λούσεται] + τὸ σῶμα F 23 οὑς... | ἔπι F ι AF ἔαν] ἀν’ F | καθίση] ἀυτὴ κάθηται AF | τὼ απτ.] pr ’δε Α Ι ἀκάθαρτος AF 24 om καὶ 2° F | ἐφ’ η] ἐφ’ ἢν F 25 ῥύσει] ῥύσιν F Ι αἰ ἥμεραι 1°] αἰ F Ι ἀφέδρου 2°] + ἀύτης F 26 πάσα κοίτη F Ι ἐφ’ ἢν] ἐφ’ η Α | + ἀύτης Bab mg F | ἀφέδρου °] + ἀύτης F | ἔαν] ἀν’ AF | ἀφέδρου 2°] F 28 ῥύσεως] + ἀύτης F Ι ἀυτὴ] εαυτη F 29 ἀυτὴ] om Α εαυτη F | νεοσσοὺς AF 31 om ἀυτῶν 2°] Α 33 τῆ αφεδρω] om τῆ F om καὶ 2° B*A (hab B1? b F) | τὼ ἀνδρὶ] pr ἐν Α | μέτα B*bAF] μετ’ XVI 1 προσάγειν] προσφέρειν F)
καὶ εἶπεν κόριος πρὸς Μωυσῆν Λάλησον πρὸς Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ μὴ εἰσπορευέσθω πᾶσαν ὥραν εἰς τὸ ἅγιον ἐσώτερον τοῦ καταπετάσματος εἰς πρόσωπον τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ οὐκ ἀποθανεῖται· ἐν γὰρ νεφέλῃ ὀφθήσομαι ἐπὶ τοῦ ἱλαστηρίου.
οὕτως εἰσελεύσεται Ααρὼν εἰς τὸ ἅγιον· ἐν μόσχῳ ἐκ βοῶν περὶ ἁμαρτίας, καὶ κριὸν εἰς ὁλοκαύτωμα.
καὶ χιτῶνα λινοῦν ἡγιασμένον ἐνδύσεται, καὶ περισκελὲς λινοῦν ἔσται ἐπὶ τοῦ χρωτὸς αὐτοῦ, καὶ ζώνῃ λινῇ ζώσεται, καὶ κίδαριν λινῆν περιθήσεται· ἱμάτια ἅγιά ἐστιν, καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ καὶ ἐνδύσεται αὐτά.
καὶ παρὰ τῆς συναγωγῆς τῶν υἱῶν Ἰσραὴλ λήμψεται δύο χιμάρους ἐξ αἰγῶν περὶ ἁμαρτίας καὶ κριὸν ἔνα εἰς ὁλοκαύτωμα.
καὶ προσάξει Ἀαρὼν τὸν μόσχον τὸν περὶ τῆ, ἁμαρτίας αὐτοῦ, καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ τοῦ οἴκου αὐτοῦ.
καὶ λήμψεται τοὺς δύο χιμάρους καὶ στήσει αὐτοὺς ἔναντι κυρίου παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου·
καὶ ἐπιθήσει Ἀαρὼν ἐπὶ τοὺς δύο χιμάρους κλῆρον ἕνα τῷ κυρίῳ καὶ κλῆρον ἕνα τῷ ἀποπομπαίῳ.
καὶ προσάξει Ἀαρὼν τὸν χίμαρον ἐφ’ ὃν ἐπῆλθεν ἐπ’ αὐτὸν ὁ κλῆρος τῷ κυρίῳ, καὶ προσοίσει περὶ ἁμαρτίας·
καὶ τὸν χίμαρον ἐφ’ ὃν ἐπῆλθεν ἐπ’ αὐτὸν ὁ κλῆρος τοῦ ἀποπομπαίου, στήσει αὐτὸν ἔναντι κυρίου ζῶντα τοῦ ἐξιλάσασθαι ἐπ’ αὐτοῦ, ὥστε ἀποστεῖλαι αὐτὸν εἰς τὴν ἀποπομπήν· ἀφήσει αὐτὸν εἰς τὴν ἔρημον.
καὶ προσάξει Ἀαρὼν τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας τὸν αὑτοῦ καὶ τοῦ οἴκου αὐτοῦ μόνον, καὶ ἐξιλάσεται περὶ αὑτοῦ καὶ τοῦ οἴκου αὐτοῦ, καὶ σφάξει τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας τὸν αὑτοῦ.
καὶ λήμψεται τὸ πυρεῖον πλῆρες ἀνθράκων πυρὸς ἀπὸ τοῦ θυσιαστηρίου τοῦ ἀπέναντι κυρίου, καὶ πλήσει τὰς χεῖρας θυμιάματος συνθέσεως λεπτῆς καὶ εἰσοίσει ἐσώτερον τοῦ καταπετάσματος,
καὶ ἐπιθήσει τὸ θυμίαμα ἐπὶ τὸ πῦρ ἔναντι κυρίου· καὶ καλύψει ἡ ἀτμὶς τοῦ θυμιάματος τὸ ἱλαστήριον τὸ ἐπὶ τῶν μαρτυρίων, καὶ οὐκ ἀποθανεῖται.
καὶ λήμψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ ῥανεῖ τῷ δακτύλῳ ἐπὶ τὸ ἱλαστήριον κατὰ ἀνατολάς· κατὰ [*](AF 2 λάλησον] pr λέγων Α | εἰσπορευέσθωσαν Α 4 καὶ ζωνη λινῆ ζώσεται καὶ κίδαριν λινῆν περιθήσεται] καὶ κιδάρεις πέρι ’τον τράχηλον αὐτοῦ κα ζώνη λινῆ ζώσεται Α | ἱμάτια ἅγια] ἁγίασμα Α 6 αὐτοῦ 1°] ἑαυτοῦ 7 στήσει] παραστήσει F 8 κλῆρον] pr κλήρους F Ι αποπεμπταιω F 10 ζῶντα ἔναντι κυρίου AF Ι ἀποστείλαι] ἐξαποστείλαι F Ι ἀφήσει] pr καὶ F | αὐτὸν °] ἑαυτὸν F 11 ’τον πέρι τῆς ἁμ.] om ’τον F* (hab F1(mg) ) | αὐτοῦ 1°] ἑαυτοῦ F Ι om καὶ του οἴκου αὐτοῦ μόνον F | αὐτοῦ 5°] 12 του ἀπέναντι] om του F | πλήσει] πληρώσει F 14 τὼ δακτύλω) + F Ι κατ’ ἀνατολὰς Α)
καὶ [*](B) σφάξει τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας τὸν περὶ τοῦ λαοῦ ἔναντι κυρίου, καὶ εἰσοίσει ἀπὸ τοῦ αἵματος αὐτοῦ ἐσώτερον τοῦ καταπετάσματος, καὶ ποιήσει τὸ αἷμα αὐτοῦ ὃν τρόπον ἐποίησεν τὸ αἷμα τοῦ μόσχου, καὶ ῥανεῖ τὸ αἷμα αὐτοῦ ἐπὶ τὸ ἱλαστήριον κατὰ πρόσωπον τοῦ ἱλαστηρίου,
καὶ ἐξιλάσεται τὸ ἅγιον ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ἰσραὴλ καὶ ἀπὸ τῶν ἀδικημάτων αὐτῶν περὶ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν· καὶ οὕτω ποιήσει τῇ σκηνῇ τοῦ μαρτυρίου τῇ ἐκτισμένῃ ἐν αὐτοῖς ἐν μέσῳ τῆς ἀκαθαρσίας αὐτῶν.
καὶ πᾶς ἄνθρωπος οὐκ ἔσται ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, εἰσπορευομένου αὐτοῦ ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, ἕως ἂν ἐξέλθῃ· καὶ ἐξιλάσεται περὶ αὑτοῦ καὶ τοῦ οἴκου αὐτοῦ, καὶ περὶ πάσης συναγωγῆς υἱῶν Ἰσραήλ.
καὶ ἐξελεύσεται ἐπὶ τὸ θυσιαστήριον τὸ ὂν ἀπέναντι Κυρίου καὶ ἐξιλάσεται ἐπ’ αὐτοῦ· καὶ λήμψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ ἀπὸ τοῦ αἵματος τοῦ χιμάρου καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου κύκλῳ,
καὶ ῥανεῖ ἐπ’ αὐτοῦ ἀπὸ τοῦ αἵματος τῷ ἑπτάκις καὶ καθαριεῖ αὐτό, καὶ ἁγιάσει αὐτὸ ἀπὸ τῶν ἅκ τῶν υἱῶν Ἰσραήλ.
καὶ συντελέσει ἐξιλασκόμενος τὸ ἅγιον καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον, καὶ περὶ τῶν ἱερέων καθαριεῖ· καὶ προσάξει τὸν χίμαρον τὸν ζῶντα.