Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἅνθρωπος ἐξ ὑμῶν ἐὰν προσαγάγῃ δῶρα τῷ κυρίῳ, ἀπὸ τῶν κτηνῶν καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων προσοίσετε τὰ δῶρα ὑμῶν.

Ἐὰν ὁλοκαύτωμα τὸ δῶρον αὐτοῦ ἐκ τῶν βοῶν, ἄρσεν ἄμωμον προσάξει· πρὸς τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου προσοίσει αὐτό, δεκτὸν αὐτῷ ἐναντίον Κυρίου.

καὶ ἐπιθήσει τὴν περὶ αὐτοῦ.

καὶ σφάξουσι τὸν μόσχον ἔνατι Κυρίου· καὶ προσ- οίσουσιν οἱ ἱερεῖς οἱ υἱοὶ Ἀαρὼν τὸ αἷμα, καὶ προσχεοῦσιν τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ τὸ ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς τοῦ μὰ τυρίου·

ἐκδείραντες ἐκδείραντες τὸ ὁλοκαύτωμα μελιοῦσιν αὐτὸ κατὰ μέλη.

καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱεραῖς πῦρ ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐπιστοιβάσουσιν ξύλα ἐπὶ τὸ πῦρ·

καὶ ἐπιστοιβάσουσιν οἱ υἱοὶ Ααρὼν οἱ ἱεραῖς τὰ διχοτομήματα καὶ τὴν κεφαλὴν καὶ τὸ στέαρ ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τὰ ὄντα ἐπὶ τοῦ θυσιαστηρίου,

τὰ δὲ ία αὐτοῦ καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι· καὶ ἐπιθήσουσιν οἱ τὰ πάντα ἐπὶ τὸ θυσιαστήριον· κάρπωμά ἐστιν, θυσία, ὀσμὴ εὐωδίας τῷ κυρίῳ.

Ἐὰν δὲ ἀπὸ τῶν προβάτων τὸ δῶρον αὐτοῦ τῷ κυρίῳ ἀπό τε τῶν ἀρνῶν καὶ τῶν ἐρίφων εἰς ὁλοκαύτωμα, ἄρσεν [*](AF Inscr Λευιτικὸν BCF I 1 Μωσῆν Α 2 προσαγάγηι προσφερῆ AF | om κα 20 Β a AF (hab B* b) Ι om ἄπο 3° Ba 3 δεκτὸν, δῶρον F | om ἀυτῶ AF | ἐνάντιον νᾶν sup ras Ba)] ἔναντι AF 4 του καρπωματος] αὐτ’ κάρπωμα F 5 σφάξουσιν AF | ἔναντι ἐνάντιον του μαρτυρίου F | οἱ ἱερὲ oi vtot Ααρων] oi vtot A. ot tcpetj Β 1? a? AF 6 εκδειραντες Β* b F] δειραντες Β a Aρ 7 επιστοιβασουσιν Β* b] στοιβ. B a AF 8 επιστοιβασουσιν] στοιβα sup ras et in mg Β a (fort επιθησ. Β*) | οἱ υἱοὶ λάρων οἱ ἱερεῖς in mg et sup ras Α a | τὰ διχοτομηματα] pr ἔπι Α | στεαρ] ’στ’ sup ras Β a | ἔπι τὰ ξυλα] καὶ τὰ ξ. Α Ι τὰ ἔπι του πυρος] om τὰ B a A (hab B* b F) 9 om aurou AF Ι ἐπιθήσουσιν οἱ ἱερεῖς] ἐπιθήσει ο ἱερεὺς Α | τὼ κυρίω] om τὼ F)

189
ἄμωμον προσάξει αὐτό, καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. [*](B)

καὶ σφάξουσιν αὐτὸ ἐκ πλαγίων τοῦ θυσιαστηρίου πρὸς βορρᾶν ἔναντι Κυρίου. καὶ προσχεοῦσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον κύκλῳ·

καὶ διελοῦσιν αὐτὸ κατὰ μέλη, καὶ τὴν κεφαλὴν καὶ τὸ στέαρ· καὶ ἐπιστοιβάσουσιν αὐτὰ οἱ ἱεραῖς ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τὰ ἐπὶ τοῦ θυσιαστηρίου,

καὶ τὰ ἐνκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι· καὶ προσοίσει ὁ ἱερεὺς τὰ πάντα καὶ ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον· κάρπωμά ἐστιν θυσίας, ὀσμὴ εὐωδίας τῷ κυρίῳ.

Ἐὰν δὲ ἀπὸ τῶν πετεινῶν κάρπωμα προσφέρῃς δῶρον τῷ κυρίῳ, καὶ προσοίσει ἀπὸ τῶν τρυγόνων ἢ ἀπὸ τῶν περιστερῶν τὸ δῶρον αὐτοῦ·

καὶ προσοίσει αὐτὸ ὁ ἱερεὺς πρὸς τὸ θυσιαστήριον, καὶ ἀποκνίσει τὴν κεφαλήν· καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον, καὶ στραγγιεῖ τὸ αἷμα πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου·

καὶ ἀφελεῖ τὸν πρόλοβον σὺν τοῖς πτεροῖς, καὶ ἐκβαλεῖ αὐτὸ παρὰ τὸ θυσιαστήριον κατὰ ἀνατολὰς εἰς τὸν τόπον τῆς σποδοῦ·

καὶ ἐκκλάσει αὐτὸ ἐκ τῶν πτερύγων καὶ οὐ διελεῖ· καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρός· κάρπωμά ἐστιν, θυσία, ὀσμὴ εὐωδίας τῷ κυρίῳ. II