Leviticus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ σφάξουσιν αὐτὸ ἐκ πλαγίων τοῦ θυσιαστηρίου πρὸς βορρᾶν ἔναντι Κυρίου. καὶ προσχεοῦσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον κύκλῳ·
καὶ διελοῦσιν αὐτὸ κατὰ μέλη, καὶ τὴν κεφαλὴν καὶ τὸ στέαρ· καὶ ἐπιστοιβάσουσιν αὐτὰ οἱ ἱεραῖς ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τὰ ἐπὶ τοῦ θυσιαστηρίου,
καὶ τὰ ἐνκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι· καὶ προσοίσει ὁ ἱερεὺς τὰ πάντα καὶ ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον· κάρπωμά ἐστιν θυσίας, ὀσμὴ εὐωδίας τῷ κυρίῳ.
Ἐὰν δὲ ἀπὸ τῶν πετεινῶν κάρπωμα προσφέρῃς δῶρον τῷ κυρίῳ, καὶ προσοίσει ἀπὸ τῶν τρυγόνων ἢ ἀπὸ τῶν περιστερῶν τὸ δῶρον αὐτοῦ·
καὶ προσοίσει αὐτὸ ὁ ἱερεὺς πρὸς τὸ θυσιαστήριον, καὶ ἀποκνίσει τὴν κεφαλήν· καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον, καὶ στραγγιεῖ τὸ αἷμα πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου·
καὶ ἀφελεῖ τὸν πρόλοβον σὺν τοῖς πτεροῖς, καὶ ἐκβαλεῖ αὐτὸ παρὰ τὸ θυσιαστήριον κατὰ ἀνατολὰς εἰς τὸν τόπον τῆς σποδοῦ·
καὶ ἐκκλάσει αὐτὸ ἐκ τῶν πτερύγων καὶ οὐ διελεῖ· καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρός· κάρπωμά ἐστιν, θυσία, ὀσμὴ εὐωδίας τῷ κυρίῳ. II
IIτὸ δῶρον αὐτοῦ· καὶ ἐπιχεεῖ ἐπ’ αὐτὸ ἔλαιον, καὶ ἐπιθήσει ἐπ’ αὐτὸ λίβανον· θυσία ἐστίν.
καὶ οἴσει πρὸς τοὺς υἱοὺς Ἀαρὼν τοὺς ἱερεῖς· καὶ δραξάμενος ἀπ’ αὐτῆς πλήρη τὴν δράκα ἀπὸ τῆς σεμιδάλεως σὺν τῶ ἐλαίω καὶ πάντα τὸν λίβανον αὐτῆς, καὶ ἐπιθήσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἐπὶ τὸ θυσιαστήριον· θυσία, ὀσμὴ εὐωδίας τῷ κυρίῳ.
καὶ τὸ λοιπὸν ἀπὸ τῆς θυσίας Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, ἅγιον τῶν ἁγίων ἀπὸ τῶν θυσιῶν κυρίου.
Ἐὰν δὲ προσφέρῃ δῶρον θυσίαν πεπεμμένην ἐκ λιβάνου, δῶρον Τυρίῳ ἐκ σεμιδάλεως, ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ καὶ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ.
ἐὰν δὲ θυσία ἀπὸ τηγάνου τὸ δῶρόν σου, σεμίδαλις πεφυραμένη ἐν ἐλαίῳ, ἄζυμά ἐστιν·
καὶ διαθρύψεις αὐτὰ κλάσματα, καὶ ἐπιχεεῖς ἐπ’ αὐτὰ ἔλαιον· θυσία ἐστὶν Τυρίῳ.
ἐὰν δὲ θυσία ἀπὸ ἐσχάρας τὸ δῶρόν [*](10 ἐπιθήσουσιν F 12 διελοῦσιν] ε et ο sup ras B? | τὸ ’στ’ ἔαρ] + αὐτοῦ AF F | ἀυτὰ] αὐτὸ Α | τὰ εἴ του πυρὸς] om τὰ BaA (hab B*bF) | του θυσιαστηοιθου] τὸ θυσιαστήριον F 13 πόδας bis scr F* (om 2o F a) | θυσία AF | τὼ κυριω] om τὼ AF 14 προσφερῆ AF | προσοισει] εἰ sup ras Aa 15 om αὐτὸ AF | πρὸς 1ο] ἔπι AF | κεφαλὴν] + αὐτοῦ F | ἔπι] πρὸς F 16 αὐτὸ] ἀυτὰ F 17 τὼ κυρίω] om τὼ F II 1 δῶρον 1ο] pr τὸ F 2 πλήρης B | τὼ κυρίω] om τὼ F 3 τοὺς υἵους Β* τοῖς υἱοῖς Bab) 4 προσφερὴς AF | εκ λιβάνου] εν κλιβάνῳ F | om δῶρον κυρίω F 5 ἐστιν] ἔσται AF)
καὶ προσοίσει τὴν θυσίαν ἢν ἄν ποιῇ ἐκ τούτων τῷ κυρίῳ, καὶ προσοίσει πρὸς τὸν ἱερέα· καὶ π ροσεγγίσας πρὸς τὸ θυσιαστήριον
ἀφελεῖ ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς, καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον· κάρπωμα, ὀσμὴ εὐωδίας Κυρίῳ.
τὸ δὲ καταλειφθὲν ἀπὸ τῆς θυσίας Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, ἅγια τῶν ἁγίων ἀπὸ τῶν καρπωμάτων Κυρίου.
πᾶσαν θυσίαν ἣν ἄν προσφέρητε Τυρίῳ οὐ ποιήσετε ὄν· πᾶσαν γὰρ ζύμην καὶ πᾶν μέλι, οὐ π ροσοίσετε ὄπ αὐτοῦ κυρίῳ.
δῶρον ἀπαρχῆς π ροσοίσετε αὐτὰ κυρίῳ· ἐπὶ ἑ τὸ θυσιαστήριον οὐκ ἀναβιβασθήσεται εἰς ὀσμὴν εὐωδίας κυρίῳ.
καὶ πᾶν δῶρον θυσίας ὑμῶν ἁλὶ ὀλισθήσεται· οὐ διαπαύσετε ἅλα κυρίου ἀπὸ προσοίσετε κυρίῳ τῷ θεῷ ὑμῶν ἅλας.