Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

§ Καὶ εἶπεν κύριος ὁ θεὸς πρὸς Νῶε εἴσελθε σὺ καὶ πᾶς ὁ οἰκός σου εἲς τὴν κιβωτόν, ὅτι σὲ ἴδον δίκαιον ἐναντίον μου ἐν τῇ γενεᾷ ταύτῃ.

ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτὰ ἄρσεν καὶ θῆλυ, ἀπὸ δὲ τῶν κτηνῶν τῶν μὴ καθαρῶν δύο δύο ἄρσεν καὶ θῆλυ·