Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν ὁ θεός Ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἑρπετῶν ἕως τῶν πετεινῶν τοῦ οὐρανοῦ· ὅτι ἐθυμώθην ὅτι ἐποίησα αὐτούς.

Νῶε δὲ εὗρεν χάριν κυρίου τοῦ θεοῦ.

Αὗται δὲ οἱ γενέσεις Νῶε. Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν τῇ γενέσει αὐτοῦ· τῷ θεῷ εὐηρέστησεν Νῶε.

ἐγέννησεν δὲ Νῶε τρεῖς υἱούς, τὸν Σῆμ’, τὸν Χάμ, τὸν ἸάΦεθ.

ἐφθάρη δὲ ἡ γῆ τοῦ θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας.

καὶ ἴδεν Κύριος ὁ θεὸς καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρεν πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς.

Καὶ εἶπεν ὁ θεὸς πρὸς Νῶε Καιρὸς παντὸς ἀνθρώπου [*](28 ὀκτὼ καὶ ογδοηκ. καὶ ἕκατον ἔτη D (..ω και ογδοηκον|..) Ε 30 πέντε καὶ εξηκοݲτα καὶ πεντακ. ἔτη Ε 31 τρία καὶ πεντηκ. καὶ επτακ. ἔτη VI 1 ΧαΦ Α | γεινεσθαι Α | εγεννηθησαν E 2 ἄγγελοι sup ras Α ?vid 3 αυτουσαρκας Α 4 αυτοις D sil E 7 Τῶν πετ. AD] om των E 8 εναντιον ] ἐνώπιον D | θεοῦ] seq ras 3 litt in Α 9 γενεσει ] γεωεα DE 10 ΧαΦ Α 12 ἔφθειρεν E 13 ο θεος] pr κݲςݲ Dsil)

10
[*](A) ἐναντίον μου, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ’ αὐτῶν· καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν.

ποίησον οὖν σεαυτῷ κιβωτὸν ἐκ ξύλων τετραγώνων· νοσσιὰς ποιήσεις τὴν κιβωτόν, καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν τῇ ἀσφάλτῳ.

καὶ οὕτως ποιήσεις τὴν κιβωτόν· τριακοσίων πήχεων τὸ μῆκος τῆς κιβωτοῦ, καὶ πεντήκοντα πήχεων τὸ πλάτος, καὶ τριάκοντα πήχεων τὸ ὕψος αὐτῆς.

ἐπισυνάγων ποιήσεις τὴν κιβωτόν, καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν· τὴν δὲ θύραν τῆς κιβωτοῦ ποιήσεις ἐκ πλαγίων· κατάγαια διώροφα καὶ τριώροφα ποιήσεις [*](¶ D) αὐτήν. ¶

ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμὸν ὕδωρ ἐπὶ τὴν γῆν, καταφθεῖραι πᾶσαν σάρκα ἐν ᾗ ἐστὶν ἐν οὐτῇ πνεῦμα ζωῆς ὑποκάτω οὐρανοῦ· καὶ ὄσα ἐὰν ᾖ ἐπὶ τῆς γῆς τελευτήσει.

καὶ στήσω τὴν διαθήκην μου πρὸς σέ· εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτόν, σὺ καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ.

καὶ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν καὶ ἀπὸ πάντων τῶν θηρίων καὶ ἀπὸ πάσης σαρκός, δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτόν, ἵνα τρέφῃς μετὰ σεαυτοῦ· ἄρσεν καὶ θῆλυ ἔσονται.

ἀπὸ πάντων τῶν ὀρνέων τῶν πετεινῶν κατὰ γένος καὶ ἀπὸ πάντων τῶν κτηνῶν κατὰ γένος καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν, δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σὲ τρέφεσθαι μετὰ σοῦ, ἄρσεν καὶ θῆλυ.

σὺ δὲ λήψῃ σεαυτῷ ἀπὸ πάντων τῶνβρωμάτων ἃ ἔδεσθε, καὶ συνάξεις πρὸς σεαυτόν, καὶ ἔσται καὶ ἐκείνοις φαγεῖν.

καὶ ἐποίησεν Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ κύριοςὁ θεός, οὕτως ἐποίησεν.

[*](§ D)

§ Καὶ εἶπεν κύριος ὁ θεὸς πρὸς Νῶε εἴσελθε σὺ καὶ πᾶς ὁ οἰκός σου εἲς τὴν κιβωτόν, ὅτι σὲ ἴδον δίκαιον ἐναντίον μου ἐν τῇ γενεᾷ ταύτῃ.

ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτὰ ἄρσεν καὶ θῆλυ, ἀπὸ δὲ τῶν κτηνῶν τῶν μὴ καθαρῶν δύο δύο ἄρσεν καὶ θῆλυ·

καὶ ἀπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ τῶν καθαρῶν ἑπτὰ ἑπτὰ ἄρσεν καὶ θῆλυ, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν μὴ καθαρῶν δύο δύο ἄρσεν καὶ θῆλυ, διαθρέψαι σπέρμα ἐπὶ πᾶσαν τὴν γῆν.

ἔτι γὰρ ἡμερῶν ἑπτὰ ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν τεσσεράκοντα ἡμέρας καὶ τεσσεράκοντα καὶ ἐξαλείψω πᾶν τὸ ἀνάστεμα ὃ ἐποίησα ἀπὸ προσώπου [*](DE) [*](15 τριακοσιων] τετρακοσίων Ε | πηχ. τὸ μηκος] om to D 16 συντελεις 17 ἐγὼ ’δε ἴδου] ἴδε ἐγὼ Ε | om ἐν ἀυτὴ Ε | ἔαν η] ἔαν ἢν Ε 18 κα γυνὴ σου καὶ οἱ υἱοὶ σου Ε 20 om τῶν ὀρνέων Ε | om ἑρπόντων Ε | om μέτα σου ἄρσεν καὶ θῆλυ Ε 21 om τῶν Ε | κακεινοις Ε 22 om Ευριος Ε VII 1 μου] ἐμοῦ DE 2 om ἄπο ’δε τῶν κτ. τῶν καθαρῶν.. θῆλυ E | om ἄπο ’δε τῶν κτ. τῶν μὴ καθαρων...θηλυ D | τῶν μὴ καθ’.] τῶν μὴ ὄντων καθ’. Ε 3 τῶν πετ. 1°] pr παντων D | πάντων των πετ. ] om DE + του οὐράνου D 4 πάσαν τὴν ἀνάστασιν ἢν D στασιν..D) Ε)

11
τῆς γῆς.