Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἰδόντες δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ ὅτι τέθνηκεν ὁ πατὴρ αὐτῶν εἶπαν Μή ποτε μνησι- κακήσῃ ἡμῖν Ἰωσήφ, καὶ ἀνταπόδομα ἀνταποδῷ ἡμῖν πάντα τὰ κακὰ ἃ ἐνεδειξάμεθα αὐτῷ.

καὶ παρεγένοντο πρὸς Ἰωσὴφ λέγοντες ’O πατήρ σου ὥρκισεν πρὸ τοῦ τελευτῆσαι αὐτὸν λέγων

Οὕτως εἴπατε Ἰωσήφ Ἄφες αὐτοῖς τὴν ἀδικίαν καὶ τὴν ἁμαρτίαν αὐτῶν, ὅτι πονηρά [*](ADF) [*](5 ο πατὴρ] + μου AF | ὥρκισεν με AF | λέγων] pr πρὸ του τελευτήσαι Α ἐπελεύσομαι AF 6 εἶπεν Φ.] + τὼ Ιωσηφ AF 7 τῆς γῆς Α̣ιγ.] om γῆς Α om τῆς D (F ?) 8 η συγγενια αὐτοῦ] τὴν συγγένειαν AD τὴν συγ- γενιαν F | ὑπελείποντο ADF 9 om κα 2° DF 10 παρεγενοντο] παρεγένετο Α | εἰς ἅλωνα] ἐφ’ ἅλ’. AF ἐπ’ αλ. D | Ατατ D | εποιησεν F | τὼ πατρὶ αὐτοῦ τὸ πένθος D 11 ἔιδον D sil F | Αταδ] ταδ’ B* vid (Αταδ Ba) Ατατ D | ἐστιν τοῦτο DF | ἐκάλεσεν] εκαλεσ(??)ν D ἐκλήθη F | αὐτοῦ] του τοπου ἐκείνου AF του τόπου D 12 αυτου] Ισραηλ Α + καθὼς ἐνετείλατο αὐτοῖς ADF a καθ’. ενετ. F*) | om καὶ ἔθαψαν ἄισον ἔκει AD sil F 13 ἀνέλαβον ἄισον] + ἔκει B* (om B a?b) | γῆν] pr τὴν D 14 ἀπέστρεψεν] ἐπέστρεφεν AF | εἰς] ἐπ’ Fb (de F* non liq) | αδελ... F | συναναβάντες] + πάντες Α 15 ἀυτῶ] εἰς αὐτὸν Bc 16 παρεγένοντο] παραγενοντο B edit παραγενόμενοι Α | λέγοντες] εἶπαν Α 17 om κα τὴν ἁμαρτίαν Α)

103
σοι ἐνεδείξαντο· καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ θεοῦ [*](B) τοῦ πατρός σου. καὶ ἔκλαυσεν Ἰωσὴφ λαλούντων αὐτῶν πρὸς αὐτόν.

καὶ ἐλθόντες πρὸς αὐτὸν εἶπαν οἵδε ἡμεῖς οἰκέται.

καὶ εἶπεν αὐτοῖς Ἰωσήφ Μὴ φοβεῖσθε, τοῦ γὰρ θεοῦ ἐγὼ εἰμί’·

ὑμεῖς ἐβουλεύ- σασθε κατ’ ἐμοῦ εἰς πονηρά, ὁ δὲ θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθά, ὅπως ἂν γενηθῇ ὡς σήμερον, ἵνα τραφῇ λαὸς πολύς.