Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ πᾶσιν ἔδωκεν δισσὰς στολάς, καὶ τῷ Βενιαμεὶν ἔδωκεν τριακοσίους χρυσοῦς καὶ πέντε ἀλλασσούσας στολάς·

καὶ τῷ πατρὶ αὐτοῦ ἀπέστειλεν κατὰ τὰ αὐτά, καὶ δέκα ὄνους αἴροντας ἀπὸ πάντων τῶν ἀγαθῶν Αἰγύπτου, καὶ δέκα ἡμιόνους αἰρούσας ἄρτους τῷ πατρὶ αὐτοῦ εἰς ὁδόν.

nἐξαπέστειλεν δὲ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἐπορεύθησαν· καὶ εἶπεν αὐτοῖς Μὴ ὀργίζεσθε ἐν τῇ ὁδῷ.

καὶ ἀνέβησαν ἐξ Αἰγύπτου, καὶ ἦλθον εἰς γῆν Χανάαν πρὸς Ἰακὼβ τὸν πατέρα αὐτῶν,

καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες ὅτι Ὁ υἱός σου ἸωσὴΦ ζῇ καὶ οὗτος ἄρχει πάσης τῆς γῆς Αἰγύπτου. καὶ ἐξέστη ἡ διάνοια Ἰακώβ, οὐ γὰρ ἐπίστευσεν αὐτοῖς.

ἐλάλησαν δὲ αὐτῷ πάντα τὰ ῥηθέντα ὑπὸ ἸωσήΦ, ὅσα εἶπεν αὐτοῖς· ἰδὼν δὲ τὰς ἃς ἀπέστειλεν ἸωσὴΦ ὥστε ἀναλαβεῖν αὐτόν, ἀνεζωπύρησεν τὸ μὰ Ἰακὼβ τοῦ πατρὸς αὐτῶν. εἶπεν δὲ Ἰσραήλ Μέγα μοί ἐστιν εἰ ἔτι ὁ υἱός μου ἸωσὴΦ ζῇ· πορευθεὶς ὄψομαι αὐτὸν πρὸ τοῦ ἀποθανεῖν με.

Ἀπάρας δὲ Ἰσραήλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθον ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου, καὶ ἔθυσεν ἐκεῖ θυσίαν τῷ θεῷ τοῦ πατρὸς αὐτοῦ [*](16 η θεραπεία] pr πάσα F 17 πορεία DF + σίτου F mg ‘‘sed ab- DF rasum ’’) 18 ὑμῶν °] ἤμων Α 19 ταῖς γυναιξιν] + ὑμῶν D sil | πάρα γίνεσθε F] παραγεινεσθ. AD 20 ὑμῶν τῶν σκευων] τῶν σκ. μῶν D sil F 21 αὐτοῖς ΙωσηΦ D | om του βασιλέως D βασιλέως Αἰγύπτου F 22 κα τὼ Βεν.] τὼ ’δε Βεν. D sil F | αλλασσουσας] ἐξαλλασσούσας D sil ε...λασσουσ.. F 23 καὶ δέκα ὄνους αἴροντας ἄπο sup ras A a | Αἰγύπτου] + αιροντας Α 26 ἀπήγγειλαν F | ουτος] αὐτὸς F | τῆς γης] om τῆς D sil F | η διάνοια] τῆ δία νοια D sil —27 διανοια...δε ° mutila in F 27 ἐλάλησεν Α | ῥηθέντα] + αὐτοῖς D | ὅσα] α D | ἀνεζωπύρησεν D sil] ανεζωπυρισεν AF 28 ΙωσηΦ ο ὑίος μου D sil (D vid) F XLVI 1 Ισραηλ] Ιακωβ F | ἦλθεν om ἔκει D sil F)

92
[*](Α) Ἰσαάκ.

εἶπεν δὲ ὁ θεὸς Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτὸς εἴπας Ιακὼβ Ἰακώβ. ὁ δὲ εἶπεν Τί ἐστιν ;

λέγων Ἐγώ εἰμι ὁ θεὸς τῶν οὐ· μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον, εἰς γὰρ ἔθνος μέγα ἐκεῖ·

καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος· καὶ ἸωσὴΦ ἐπιβαλεῖ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμούς σου.

ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον οἱ υἱοὶ Ἰσραὴλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας ἃς ἀπέστειλεν ἸωσὴΦ δρᾶι [*](¶ F) αὐτόν·

καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν ¶ ἢν ἐκτήσαντο ἐκ γῆς Χανάαν, καὶ εἰσῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ’ αὐτοῦ,

υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ, θυγατέρες καὶ θυγατέρες τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ. καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον.

Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον. Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ· πρωτότοκος Ἰακὼβ Ῥουβήν·

υἱοὶ δὲ Ῥουβήν· Ἑνὼχ καὶ Φαλλούδ, Ἁσρὼν καὶ Χαρμί.

υἱοὶ δὲ Συμέων· Ἰεμουὴλ καὶ Ἰαμεὶν καὶ Ἄωδ καὶ Ἰαχεὶμ καὶ Σάαρ καὶ Σαμουὴλ υἱὸς τῆς Χανανίτιδος.

υἱοὶ δὲ Λευί· Γηρσών, καὰθ καὶ Μεραρεί.

υἱοὶ δὲ Ἰούδα· Ἢρ καὶ Αὐνὰν καὶ Σηλὼμ καὶ Φάρες καὶ Ζάρα· ἀπέθανεν δὲ Hp καὶ Αὐνὰν ἐν γῇ Χανάαν· ἐγένοντο δὲ υἱοὶ Φάρες Ἁσρὼμ καὶ Ἰεμουήλ.

υἱοὶ δὲ ’Iσσαχόρ· Θωλὰ καὶ Φουὰ καὶ Ἰασοὺφ καὶ Ζαμβράμ.

υἱοὶ δὲ Ζαβουλών· Σέρεδ καὶ Ἁσρὼν καὶ Ἁλοήλ.